Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

9. Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι᾿ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι᾿ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.

من ترك النفس الضبط لها عن الأشربة عن الأطعمة عن النوم عن اليقظة إما بسبب عشق وإما بسبب لعب الشطرنج وإما بسبب بعض الصناعات وإما بسبب ما يضطر إليه الإنسان، من أخلاق النفس (من) محبة النفس للتعب إما بأن يبحث الإنسان عن بعض الأشياء وإما بأن يلهج ببعض الأشياء وإما بأن يقول أو إن كان حاحنا شيء آخر مثل الهموم وعسر الغيظ واللذات، الأذى الهاجس في النفس بما ينظر إليه أو بما يسمع بسبب النفس، أي الأمر يعرض للبدن، الطواحين إذا صاءك بعضها بعضا عرض الضرس وإذا مشى الإنسان على شفا جرف ارتعدت رجلاه وكذلك إذا شال بيده ما لا حاجة به إليه ترعد يداه وإذا وقع البصر على حية بغتة حدث في اللون صفرة، الجزع والخجل اللذة الغم التسخط وكل ما أشبه هذا فعلى هذا يسمع كل واحد مما في البدن الفعل الملائم له من هذه العرق اختلاج القلب