Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

13. Ὥρης δὲ οἷαι ἔσονται αἱ νοῦσοι καὶ καταστάσιες, ἐκ τῶνδε· ἢν αἱ ὧραι ὡραίως, εὐτάκτως, εὐκρινέας νούσους ποιέουσιν· αἱ δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ᾿ ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται· ἢν δ᾿ ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος· καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι. Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν. Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν. Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί. Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν, ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι. Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν.

وأما أوقات السنة فأي الأمراض تحدث وكذلك حالات الهواء تتعرف من هذه الأشياء، إذا كانت أزمان السنة لازمة لأوقاتها ونظامها كانت الأمراض فيها حسنة البحران، الأمراض البلدية التي تلائم أوقات السنة وأصنافها معروفة وأي شيء تغير عن حاله نسبة وقت ما من أوقات السنة فإن الأمراض تكون منه متشابهة وكالذي يكون في ذلك الوقت بعينه تحدث مثال ذلك اليرقان الذي يحدث في الخريف وذلك أن البرد يكون عن الحر والحر عن البرد ومتى كان الوقت مولد للمرار وكثر ذلك فيه وبقي في داخل البدن أحدث اليرقان والأطلحة فمتى كان الربيع أيضا على مثال هذه الحال حدث أيضا فيه اليرقان وذلك أن هذا الوقت في هذا الباب، متى كان الصيف شبيها بالربيع حدث في الحميات عرق وتكون حالاتها جميلة ولا تكون حادة جدا ولا يابسة جدا في الألسن، إذا كان الربيع شتويا وكان الشتاء مختلفا شتويا كانت الأمراض بالسعال وذات الجنب والخناق وفي الخريف متى لم يكن الشتاء في وقته لكنه حدث بغتة ولم يكن متصلا كانت الأمراض فيه شبيهة بهذه وذلك أنه لم يبتدئ وقته لكنه كان مضطربا ومن أجل ذلك فإن أوقات السنة لا تحدث فيها البحارات وتكون غير منتظمة وكما تفعل الأمراض أيضا متى تقدم فحدث فيها البحران أو تخلف داخل وذلك أن أوقات السنة أيضا من شأنها العود فكذلك تفعل الأمراض التي هذه حالها فقد ينبغي إذا أن تبحث وتنظر كيف كان الأبدان عند مصادفة كل واحد من أوقات السنة لها