Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

Τὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος. μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ οἷα δεῖ. Σημήϊα ταῦτα; ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος; ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί· πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα. Ἐνύπνια οἷα ἂν ὁρέῃ, καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα. Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ᾿ ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν. Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.

بسم الله الرحمن الرحيم

المقالة الثانية من كتاب الأخلاط لبقراط

الاستسقاط النحافة الانتفاخ الريح الناضرة الموضع الذي دون الشراسيف الأطراف العين المتأذية استحالة الجلد النبض الاختلاج الضربان جفاف الجلد الأعصاب المفاصل الصوت العقل الشكل الإرادي الشعر الأظفار بسهولة الاحتمال وعسره روائح اللحم الفم الأذن البراز الريح السفلية البول القروح العرق البصاق الأنف لحم مالح أو بصاق أو أنف أو دموع أو خلط آخر، ما ينفع وما يضر متشابه في جميع الأشياء، أي الأشياء يعملها الإنسان في نومه وأي الأشياء يراها وأي الأشياء يفعلها في النوم إن كان سماعه حاد وكانت طاعته حسنة في الفكر، الأشياء التي يكون بها الإخلاص أعظم وأقوى وأقهر وأشرف من الأشياء الأخر، إن كانوا يحسون الكل يجتمع الحواس ويحتملون مثل الروائح الكلام الثياب الأشكال وسهل احتمالهم لأشباه هذه، والأشياء التي ظهرت من تلقاء أنفسها نفعت ومتى كان بها البحران مثلها ينبغي أن يحدث وبقدرها وعلى ما حي مثل الرياح التي تخرج من أسفل البول كيف وكم ومتى وأما المضادة لهذه فتمنع وتقاوم، الأشياء القريبة والأشياء المشاركة هي التي تتأذى خاصة في أول الأمر