Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

5. Κατάστασιν δὲ τῆς νούσου ἐκ τῶν πρώτων ἀρχομένων ὅ τι ἂν ἐκκρίνηται, ἐκ τῶν οὔρων ὁκοῖα ἂν ἔῃ, καὶ οἵη τις σύμπτωσις, χροιῆς ἀπάλλαξις, πνεύματος μινύθησις, καὶ τἄλλα μετὰ τούτων ἐπιθεωρέειν. Τὸ μὲν, εἰ ὅμοια τὰ ἀπιόντα, δεῖ εἰδέναι, διέξοδοι, οὖρα, καθ᾿ ὑστέρας, πτύαλα, κατὰ ῥῖνας, ὄμματα, ἱδρὼς, ἐκ φυμάτων, ἢ τρωμάτων, ἢ ἐξανθημάτων, ὁκόσα αὐτόματα, ὁκόσα τέχνῃσιν, ὅτι ὅμοια ἀλλήλοισι πάντα τὰ κρίνοντα, καὶ τὰ ὠφελέοντα, καὶ τὰ βλάπτοντα, καὶ τὰ ἀπολύοντα, ὡς τὰ μὲν περιφεύγων ἀποτρέπῃ, τὰ δὲ προσκαλέων καὶ ἄγῃ καὶ δέχηται. Καὶ τἄλλα δὲ οὕτω, δέρματος, ἀκρέων, ὑποχονδρίων, ἄρθρων, ὄμματος, στόματος, σχημάτων, ὕπνων, οἷα κρίνει, καὶ ὅτε τὰ τοιαῦτα δεῖ μηχανάασθαι. Καὶ ἔτι ὅσαι τοιαῦται ἀποστάσιες γίνονται, οἷαι ὠφελέουσι, βρώμασι, πόμασιν, ὀδμῇσιν, ὁράμασιν, ἀκούσμασιν, ἐννοήμασιν, ἀφόδοισιν, θάλψει, ψύξει, ὑγροῖσι, ξηροῖσιν, ὑγρῆναι, ξηρῆναι, χρίσμασιν, ἐγχρίσμασιν, ἐπιπλάστοισιν, ἐμπλάστοισιν, ἐπιπάστοισιν, ἐπιδέτοισιν, ἐπιθέτοισι, σχήματα, ἀνάτριψις, ἴησις, πόνος, ἀργίη, ὕπνος, ἀγρυπνίη, πνεύμασιν ἄνωθεν, κάτωθεν, κοινοῖσιν, ἰδίοισι, τεχνητοῖσιν, ἐν τοῖσι παροξύσμοισι μήτε ἐοῦσι, μήτε μέλλουσι, μήτ᾿ ἐν ποδῶν ψύξει, ἀλλ᾿ ἐν καταῤῥόπῳ τῇ νούσῳ.

حال الأمراض تظهر منذ وقت ابتدائها ما يبرز من البول كيف هو وكيف هو المضموم وتغير اللون نقصان الريح والأشياء الباقية مع هذا التدبير هل الأشياء التي تخرج مشاكلة ينبغي أن تعلم منافذ البول ما للرحم البصاق ما للمنخرين العن العرق من الخراجات من الجراجاات من القروح الأشياء التي تكون من تلقاء أنفسها والتي تكون بالصناعة لأن الأشياء التي يكون بها البحران والتي تنفع والتي تضر والتي تهلك مشابه بعضها لبعض كيف ينبغي أن تهرب من هذه وتمنع منها وتحدث تلك وتجذبها وتقبلها وأما الأشياء الأخر الباقية فعلى هذا من الجلد من الأطراف من المواضع التي فيما دون الشراسيف المفاصل العينين الفم من الأشكال من النوم بأيها يكون البحران ومتى وما أشبه هذه، تتفقد أي الخروج بأي الحالات إذا كان نفع بما يؤكل بما يشرب بالروائح بما ينظر إليه بما يمسع بما يتوهم بما يبرز بالتسخين بالتبريد بالترطيب بالتجفيف أن يرطب أن تجفف بما يمسح به بما يطلى به بما ينثر بالمراهم بالضمادات بما يربط بما يوضع التمريخ الإرخاء الكد الراحة النوم السهر بالأرياح من فوق من أسفل بالعامية بالخاصية بالصناعة بالأشكال في النوائب لا إذا كانت موجودة ولا إذا توقعت كونها ولا مع برد القدمين لكن عند تسفل انحطاط المرض