Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

8. Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι, ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα. Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις· σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι.