15. Αἱ μεταβολαὶ μάλιστα τίκτουσι νουσήματα, καὶ αἱ μέγισται
μάλιστα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ, καὶ ἐν τοῖσιν
ἄλλοισιν· αἳ δ᾿ ἐκ προσαγωγῆς γίνονται, αἱ ὧραι αὗται ἀσφαλέσταται,
ὥσπερ καὶ δίαιται καὶ ψῦχος καὶ θάλπος μάλιστα ἐκ προσαγωγῆς,
καὶ ἡλικίαι οὕτω μεταβαλλόμεναι.