Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι· εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται· πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες. ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας. εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα. συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον· ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται. εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ λεπτομερέστατον· θερμότατον δὲ φύσει χολὴ ξανθὴ, ψυχρότατον δὲ φλέγμα. τῶν δ’ ἄλλων χυμῶν αἷμα μὲν ἐφεξῆς τῇ ξανθῇ χολῇ θερμόν· ἡ μέλαινα δὲ ψυχρὸν μετὰ τὸ φλέγμα. καὶ δὴ ἀλλοιοῦται μὲν ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς τοῦ δρῶντος εἰς αὐτήν· ἡ μέλαινα δὲ δυσκόλως. ἑνὶ δὲ λόγῳ τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ παχυμερὲς δυσαλλοίωτον. ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἐπὶ ταῖς φλεγμοναῖς ἀλλοιώσεις, ὅτι καὶ πολυειδῶς διάκεινται τὰ σώματα. πρῶτον μὲν γὰρ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς ἢ μᾶλλον ἢ ἧττόν ἐστι θερμός· ἐφεξῆς δὲ σῆψις αὐτοῦ κατὰ τὴν οἰκείαν ἀπαντᾷ φύσιν· οὐχ ἥκιστα δὲ καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐσφηνῶσθαι. τὰ γὰρ μὴ διαπνεόμενα θᾶττον σήπεται, ὥσπερ κᾀπὶ τῶν ἐκτὸς ἁπάντων· ὅταν δὲ καὶ θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστι, τότε δὴ καὶ μάλιστα. καὶ μὲν δὴ καὶ τὸ φλεγμαῖνον μόριον ἢ ἐγγὺς ἢ πόῤῥω τῶν πολυαίμων σπλάγχνων ἐστὶ, καὶ τὸ πᾶν αἷμα πικρόχολον, ἢ μελαγχολικὸν, ἢ φλεγματῶδες, ἢ πνευματῶδες, καὶ ταῦτα πάντα μᾶλλόν τε καὶ ἧττον, ὥστ’ ἀνάγκη πολυειδεῖς γίνεσθαι τὰς ἀλλοιώσεις, ἑτέρου τε πρὸς ἕτερον παραβαλλομένου καὶ αὐτοῦ τινος πρὸς ἑαυτό.