Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα. κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι· διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ, τὰ δὲ ὑπὸ χολώδους, ἢ μελαγχολικοῦ χυμοῦ, τὰ δὲ ὑφ’ αἵματος ἤτοι θερμοῦ καὶ λεπτοῦ καὶ ζέοντος, ἢ ψυχροῦ καὶ παχέος, ἤ πως ἄλλως διακειμένου γίγνεσθαι. δηλωθήσεται γὰρ ἀκριβῶς ὑπὲρ τῆς κατ’ εἶδος ἐν τούτοις διαφορᾶς ἑτέρωθι· πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τοῦτ’ εἰρῆσθαι μόνον, ὡς ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, κατὰ τὸν αὐτὸν λόγον ἕκαστον τῶν εἰρημένων ἐργάσεται παθῶν, καθ’ οἷον ἔμπροσθεν ὑπὸ τοῦ θερμοῦ καὶ αἱματώδους ἐδείκνυτο γενέσθαι φλεγμονή· καὶ ὡς τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν σωμάτων ἕκαστον, ὑπὸ τοῦ ῥεύματος διατεθειμένον, εἰς ἀνώμαλον ἀφίξεται καὶ αὐτὸ δυσκρασίαν, ἔξωθεν μέντοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, μέχρι τοῦ βάθους μηδέπω διακείμενον ὁμοίως· εἰ δὲ πᾶν ὅλον δι’ ὅλου μεταβάλλοι καὶ ἀλλοιωθείη, γενήσεται μὲν εὐθέως ἀνώδυνον, ἐν χαλεπωτέρᾳ δὲ ἂν οὕτω γε διαθέσει κατασταίη. ταῦτα ἀρκεῖν μοι δοκεῖ προεγνῶσθαι τοῖς μέλλουσι τῆ τε περὶ φαρμάκων ἀκολουθήσειν πραγματείᾳ καὶ μετ’ αὐτὴν τῇ τῆς θεραπευτικῆς μεθόδου.