Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα· καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι· δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή· ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν· αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο. καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι· καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται. τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν· ὅσα δὲ σκληρὰ καὶ ξηρὰ, πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν ὀστοῖς τὰς σήραγγας. ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον. οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον, ἐν τοῖς περὶ κράσεων εἴρηται. ταυτὶ μὲν οὖν ἀναγκαῖον ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι. περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως. ὅτι μὲν δὴ μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος οὕτω σώματος, ἔμπροσθεν εἴρηται. ἀλλὰ τοῦτο μὲν ἁπάσης ἀνωμάλου δυσκρασίας κοινόν· αἱ διαφοραὶ δὲ ταῖς τῶν πεπονθότων σωμάτων ἕπονται φύσεσιν. ἄλλως μὲν γὰρ ἡ ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται κρᾶσιν.

فلنعمد إلی واحد منها فنقسمه إلی أقرب الأجزاء التي هو مركّب منها حتّی نقسم الرجل في المثل إلی الفخذ والساق والقدم ونقسم اليد إلی العضد والساعد والكفّ ونقسم أيضاً الكفّ إلی الأعضاء التي تخصّها وهي الرسغ والمشط والأصابع ونقسم الأصابع أيضاً إلی الأجزاء التي تخصّها وهي مؤلّفة منها وهي العظام والغضاريف والرباطات والعصب والعروق الضوارب وغير الضوارب والأغشية واللحم والوترات والأظفار والجلد والشحم. فأمّا هذه الأعضاء التي ذكرناها بأخرة فليس يمكن قسمتها إلی نوع آخر بعدها لاكنّها أعضاء متشابهة الأجزاء أوّليّة خلا العروق الضوارب وغير الضوارب. فإنّ هذين مركّبان من الليف والأغشية كما قلت في كتابي في علاج التشريح.

وقد وصفت أيضاً في ذلك الكتاب أنّ بين الأعضاء الأول المتشابهة الأجزاء فرجاً كثيرة وأكثر منها وأعظم فيما بين الأعضاء المركّبة الآليّة. وربّما وجدنا مثل تلك الفرج في الواحد من الأعضاء المتشابهة الأجزاء كما قد نجد ذلك في العظم وفي الجلد إلّا أنّ ما كان من الأعضاء ليّناً فإنّ بعض أجزائه ينطبق علی بعض فتخفی عن الحسّ الفرج التي فيما بينها. وأمّا ما كان من الأعضاء صلباً يابساً فإنّك قد تدرك ما فيه من الفرج والخلل بالحسّ كما قد تجد في المشاش من العظام. وفي خلل ذلك المشاش من العظام رطوبة بالطبع غليظة بيضاء أعدّت للعظام لتغتذي بها. وأمّا المسامّ التي في الجلد فقد بيّنت في كتابي في المزاج كيف تحدث. فهذا ما كان يحتاج إلی الإذكار به ضرورة ليضح به ما أنا واصفه فيما بعد.

وينبغي الآن أن نقصد قصد سوء المزاج المختلف فنصف ما طبيعته وعلی كم ضرب يحدث. وقد قلنا فيما تقدّم إنّه ليس يكون في أجزاء الجرم الذي يعرض فيه سوء المزاج المختلف مزاج واحد إلّا أنّ هذا أمر عامّ مشترك لكلّ سوء مزاج مختلف. وأمّا أصنافه فتابعة لطبائع الأجرام التي يحدث فيها فإنّ حدوث سوء المزاج المختلف في اللحم المجرّد غير حدوثه في العضلة كما هي وكلّ واحد منهما يكون علی غير الجهة التي يكون عليها الآخر.