Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς. ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων, ἤδη μοι λέλεκται. γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ σήψει χυμῶν πυρετός. οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα· σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν. εἰρήσεται δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι. καὶ μὲν δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης, ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων, τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος. ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον εἶναι νομίζω. καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει.  καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν. εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις. ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.

وأنا راجع إلی أصناف سوء المزاج المختلف. فقد قلت فيما تقدّم كيف تتولّد الحمّی عن الورم الحارّ المسمّی فلغموني وأنّ كلّ ورم من هذا الجنس وكلّ حمّی خلا الحمّی التي تعرف بالثابتة فهي من الأمراض التي يكون فيها المزاج مختلفاً. وقد تكون حمّيات من عفونة الأخلاط فقط من غير ورم وذلك أنّه ليس الذي يعفن إنّما هو ما قد لحج وعدم التنفّس فقط لكن أسرع ما تكون العفونة إلی هذا وأقوی ما يكون عليه. وقد تعفن أشياء أخر كثيرة ممّا هي متهيّئة لأن تعفن وسنصف الأمر في تهيّؤما هو متهيّئ للعفونة في كتاب غير هذا.

وقد يكون سوء المزاج المختلف علی جهة أخری في البدن كلّه. وربّما كان ذلك عند احتقان بخار حارّ فيه وربّما كان بتزيّد الحرارة بسبب رياضة أكثر من المقدار الذي ينبغي وربّما كان من قبل أنّ الدم سخن وغلی غلياناً مفرطاً بسبب غضب أو سخن سخونة مفرطة بسبب لبث في سمش حارّة. ومن البيّن عندي أنّ جميع هذه الحمّيات الحادثة عن الأورام بحسب قوّة السبب الفاعل في الأبدان وبحسب حال كلّ واحد من الأبدان قد تكون الحمّی في بعض الأبدان أقوی وفي بعضها أضعف وبعضها لا يحمّ أصلاً. ومن البيّن أيضاً أنّ سوء المزاج ربّما حدث في الروح فقط وربّما يجاوزها إلی الأخلاط أيضاً. وممّا ليس بدون ذلك في البيان أيضاً أنّ جميع الحمّيات إذا تطاولت قد تلحقها الحمّی الثابتة.

فكأنّه قد تبيّن من هذا القول أنّ سوء المزاج المختلف ربّما حدث عن رطوبة حارّة أو باردة تسيل إلی عضو من الأعضاء كما وصفت من أمر الأعضاء التي يحدث فيها الورم وربّما لم يكن الأمر كذلك لكنّه يكون عند تغيّر مزاج البدن في كيفيّته. وإنّ بعض الأسباب التي تغيّره يهيّج من نفس البدن وبعضها يأتيه من خارج إمّا عند حدوث الحمّی من العفونة وحدها وإمّا عن بعض الأورام فمن نفس البدن وأمّا عند حدوث الحمّی عن سخونة الشمس أو عن إفراط الرياضة فمن خارج. وسأصف ذلك بأكثر من هذا القول في كتابنا في أسباب الأعراض. وكما قد تحدث الحمّی عن حرّ الشمس إذا استحال مزاج البدن كذلك قد تعرض لبعض الناس من برد الهواء كثيراً أن يغلب عليهم البرد غلبة قويّة في البدن كلّه حتّی يموت بعضهم. والأمر في هؤلاء أيضاً كلّهم بيّن أنّهم يعرض لهم الألم والوجع.