Digital Corpus for Graeco-Arabic Studies

Galen: De Inaequali Intemperie (On Uneven Distemper)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΩΜΑΛΟΥ ΔΥΣΚΡΑΣΙΑΣ ΒΙΒΛΙΟΝ

Ἀνώμαλος δυσκρασία γίνεται μὲν καὶ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα ἐνίοτε, καθάπερ ἔν τε τοῖς ἀνὰ σάρκα λεγομένοις ὑδέροις, καὶ τοῖς ἠπιάλοις καλουμένοις πυρετοῖς, καὶ σχεδὸν ἅπασι τοῖς ἄλλοις, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· γίνεται δὲ καὶ καθ’ ἓν ὁτιοῦν μόριον, οἰδισκόμενον, ἢ φλεγμαῖνον, ἢ γαγγραινόμενον, ἢ ἐρυσιπελατούμενον, ἢ καρκινούμενον. τούτου δὲ τοῦ γένους καὶ ὁ καλούμενος ἐλέφας καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης. ἀλλὰ ταῦτα μὲν ἅπαντα μετὰ ῥευμάτων· ἄνευ δ’ ὕλης ἐπιῤῥύτου, μόναις ταῖς ποιότησιν ἀλλοιουμένων τῶν μορίων, ἀνώμαλοι γίνονται δυσκρασίαι, ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων. οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις. ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο· σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων. ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον. ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται. χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.