Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Interpretatione (On Interpretation)

Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινάς. Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, οἷον τοῦ εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπον, οὐ τὸ εἶναι μὴ ἄνθρωπον, καὶ τοῦ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευκὸν ἄνθρωπον, ἀλλ᾿ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον. Εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον. Εἰ δὲ τοῦτο οὕτως, καὶ ὅσοις τὸ εἶναι μὴ προστίθεται, τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ τοῦ εἶναι λεγόμενον, οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρωπος βαδίζει ἀπόφασις ἔσται, ἀλλὰ τὸ οὐ βαδίζει ἄνθρωπος· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ἄνθρωπον βαδίζειν ἢ ἄνθρωπον βαδίζοντα εἶναι. Ὥστε εἰ οὕτως πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται τὸ δυνατὸν μὴ εἶναι, ἀλλ᾿ οὐ τὸ μὴ δυνατὸν εἶναι. Δοκεῖ δὲ τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· πᾶν γὰρ τὸ δυνατὸν τέμνεσθαι ἢ βαδίζειν καὶ μὴ βαδίζειν καὶ μὴ τέμνεσθαι δυνατόν. Λόγος δέ, ὅτι ἅπαν τὸ οὕτω δυνατὸν οὐκ ἀεὶ ἐνεργεῖ, ὥστε ὑπάρξει αὐτῷ καὶ ἡ ἀπόφασις· δύναται γὰρ καὶ μὴ βαδίζειν τὸ βαδιστικὸν καὶ μὴ ὁρᾶσθαι τὸ ὁρατόν. Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις· οὐκ ἄρα τοῦ δυνατὸν εἶναι ἀπόφασίς ἐστι τὸ δυνατὸν μὴ εἶναι. Συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ αὐτὸ φάναι καὶ ἀποφάναι ἅμα καὶ κατὰ τοῦ αὐτοῦ, ἢ μὴ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὰ προστιθέμενα γίνεσθαι φάσεις καὶ ἀποφάσεις. Εἰ οὖν ἐκεῖνο ἀδύνατον, τοῦτ᾿ ἂν εἴη αἱρετόν. Ἔστιν ἄρα ἀπόφασις τοῦ δυνατὸν εἶναι τὸ μὴ δυνατὸν εἶναι. Ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ ἐνδεχόμενον εἶναι· καὶ γὰρ τούτου ἀπόφασις τὸ μὴ ἐνδεχόμενον εἶναι. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοιοτρόπως, οἷον ἀναγκαίου τε καὶ ἀδυνάτου. Γίνεται γὰρ ὥσπερ ἐπ᾿ ἐκείνων τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσθέσεις, τὰ δ᾿ ὑποκείμενα πράγματα τὸ μὲν λευκὸν τὸ δ᾿ ἄνθρωπος; οὕτως ἐνταῦθα τὸ μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίνεται, τὸ δὲ δύνασθαι καὶ τὸ ἐνδέχεσθαι προσθέσεις διορίζουσαι, ὥσπερ ἐπ᾿ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὁμοίως αὗται ἐπὶ τοῦ εἶναι δυνατὸν καὶ εἶναι οὐ δυνατόν. Τοῦ δὲ δυνατὸν μὴ εἶναι ἀπόφασις οὐ τὸ οὐ δυνατὸν εἶναι, ἀλλὰ τὸ οὐ δυνατὸν μὴ εἶναι, καὶ τοῦ δυνατὸν εἶναι οὐ τὸ δυνατὸν μὴ εἶναι, ἀλλὰ τὸ μὴ δυνατὸν εἶναι. Διὸ καὶ ἀκολουθεῖν ἂν δόξειαν ἀλλήλαις αἱ τοῦ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶναι· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι· οὐ γὰρ ἀντιφάσεις ἀλλήλων αἱ τοιαῦται, τὸ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶναι. Ἀλλὰ τὸ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύονται· ἀντίκεινται γάρ. Οὐδέ γε τὸ δυνατὸν μὴ εἶναι καὶ οὐ δυνατὸν μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεύονται. Ὁμοίως δὲ καὶ τοῦ ἀναγκαῖον εἶναι ἀπόφασις οὐ τὸ ἀναγκαῖον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀναγκαῖον εἶναι· τοῦ δὲ ἀναγκαῖον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι. Καὶ τοῦ ἀδύνατον εἶναι οὐ τὸ ἀδύνατον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀδύνατον εἶναι· τοῦ δὲ ἀδύνατον μὴ εἶναι τὸ οὐκ ἀδύνατον μὴ εἶναι. Καὶ καθόλου δέ, ὥσπερ εἴρηται, τὸ μὲν εἶναι καὶ μὴ εἶναι δεῖ τιθέναι ὡς τὰ ὑποκείμενα, κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι. συντάττειν. Καὶ ταύτας οἴεσθαι χρὴ εἶναι τὰς ἀντικειμένας φάσεις, δυνατόν — οὐ δυνατόν, ἐνδεχόμενον — οὐκ ἀνδεχόμενον, ἀδύνατον — οὐκ ἀδύνατον, ἀναγκαῖον — οὐκ ἀναγκαῖον, ἀληθές — οὐκ ἀληθές.

[الفصل الرابع] واذ قد لخصنا هذه المعنى فقد ينبغى أن ننظر كيف حال اصناف ¦ الايجاب والسلب بعضها عن بعض، ما كان منها فيما يمكن أن يكون وما لا يمكن وفيما يحتمل أن يكون وما لا يحتمل وما كان منها فى الممتنع والضرورى، فإن فى ذلك مواضع للسلب، وذلك انه إن كانت المناقضات فى الاقاويل المؤلفة انما يكون العناد بينها بعضا لبعض فيما كان منها مبنياً على قولنا موجود ولا موجود، ومثال ذلك ¦ ان سلب قولنا يوجد انسان قولنا ليس يوجد انسان، لا قولنا يوجد لا انسان، وسلب قولنا يوجد انسان عدلاً قولنا ليس يوجد انسان عدلاً، لا قولنا يوجد انسان لا عدلاً، لأنه إن كان يقال على كل شىء إما الايجاب وإما السلب فقد يصدق اذاً فى الخشبة القول ¦ بأنها يوجد انساناً لا عدلاً، فاذاً كانت المناقضات انما ينبغى أن يوجد على هذا القياس اعنى قولنا (فيها) يوجد اولا يوجد وكانت ايضا الاقاويل التى لا يلفظ فيها بحرف الوجود فان ما يقال لهما يقوم مقام ذلك الحرف يفعل فعله بعينه، ومثال ذلك ان سلب قولنا انسان يمشى ليس يكون قولنا لا انسان يمشى، بل قولنا انسان ليس يمشى، وذلك انه لا فرق بين قولنا انسان يمشى وبين قولنا يوجد انسان ¦ ماشياً، فاذ كان الامر يجرى هذا المجرى فى كل موضع فينبغى أن يكون ايضاً سلب قولنا يمكن أن يوجد قولنا يمكن ألا يوجد، لا قولنا لا يمكن ان يوجد، غير انه قد يظن أن قولنا قد يمكن أن يوجد وقولنا قد يمكن ألا يوجد معنى واحد بعينه، وذلك أن كل ما كان ممكناً أن ينقطع او أن يمشى فيمكن ألا ينقطع وألا يمشى، والحجة فى ذلك أن كل ما كان ¦ ممكناً على هذا النحو فليس ابداً يفعل، فلذلك قد يكون له السلب ايضاً، وذلك انه قد يمكن ألا يمشى المشاء وألا يرى المرئى، إلا انه ليس يمكن أن يصدق فى شىء واحد بعينه الحكمان المتقابلان، فليس اذاً سلب قولنا قد | يمكن أن يكون قولنا قد يمكن ألا يكون، لأنه يلزم من ذلك إما ¦ الإيجاب والسبل معاً لمعنى واحد بعينه فى معنى واحد بعينه، وإما أن يكون زيادة اللواحق التى يصير بها القول ايجاباً او سلباً ليس ملحق قولنا يكون او يوجد او قولنا لا يكون او لا يوجد، فاذ كان الاول من هذين ممتنعا فيجب أن يكون الثانى مؤثراً فالسالب اذاً لقولنا يمكن أن يوجد انما هو قولنا لا يمكن أن يوجد، وهذا بعينه القول فى قولنا ايضاً يحتمل أن يوجد، وذلك أن ¦ سلب هذا القول ايضاً هو قولنا لا يحتمل أن يوجد، والامر فى الباقية يجرى على هذا النحو اعنى فى الواجب وفى الممتنع، فكما أن فى تلك كان ما ملحق قيزاد فيها قولنا يوجد وقولنا لا يوجد فأما المعانى الموضوعة فكانت مرة الابيض ومرة الانسان كذلك يصير الامر هاهنا فيصير قولنا يوجد كالموضوع ¦ فأما قولنا يمكن ويحتمل فيصير زيادات يلحق ليحدد بها كما حدد فى تلك بقولنا يوجد ولا يوجد الصدق والكذب كذلك يحدد هذه ما يمكن وجوده وما لا يمكن وجوده، فان سلب قولنا يمكن أن يكون قولنا لا يمكن أن يكون فأما سلب قولنا يمكن ألا يكون فانه قولنا لا يمكن ألا يكون، ¦ ولذلك قد نرى انه يلزم بعضها من قبل أن ما كان ممكناً أن يوجد فممكن ألا يوجد وذلك أن الشىء الواحد بعينه قد يمكن أن يوجد وألا يوجد لأن هذه وما اشبهها ليست مناقضات، فأما قولنا يمكن أن يوجد وقولنا لا يمكن أن يوجد ¦ ولا يصدقان معاً فى شىء واحد بعينه فى حال من الاحوال لأنها متقابلان، ولا قولنا ايضاً يمكن ألا يوجد وقولنا لا يمكن ألا يوجد يصدقان معاً فى حال من الاحوال، وعلى هذا المثال سلب قولنا واجب ضرورةً ان يوجد ليس هو قولنا واجب ضرورةً ألا يوجد بل قولنا ليس واجباً ضرورةً ¦ أن يوجد، وأما سلب قولنا واجب ضرورةً ألا يوجد فانه قولنا ليس واجباً ضرورةً ألا يوجد، وايضاً سلب قولنا ممتنع أن يوجد ليس هو قولنا ممتنع ألا يوجد بل قولنا ليس ممتنعاً أن يوجد، فأما سلب قولنا ممتنع ألا يوجد فانه قولنا ليس ممتنعاً ألا يوجد، وبالجملة فانما ينبغى كما قلنا أن يتنزل قولنا يوجد ولا يوجد منزلة الموضوع ونلزم الايجاب ¦ والسلب هذه | المعانى ثم نقرن بقولنا يوجد وقولنا لا يوجد، فان هذه الاحكام ينبغى أن يعتقد انها الاحكام المتعاندة، ممكن لا يمكن محتمل لا محتمل ممتنع لا ممتنع واجب [ضرورة .Gl] لا واجب [ضرورة] حق لا حق.