Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Interpretatione (On Interpretation)

Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοις· τῷ μὲν γὰρ δυνατὸν εἶναι τὸ ἐνδέχεσθαι εἶναι, καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει, καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶναι· τῷ δὲ δυνατὸν μὴ εἶναι καὶ ἐνδεχόμενον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ οὐκ ἀδύνατον μὴ εἶναι, τῷ δὲ μὴ δυνατὸν εἶναι καὶ μὴ ἐνδεχόμενον εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶναι, τῷ δὲ μὴ δυνατὸν μὴ εἶναι καὶ μὴ ἐνδεχόμενον μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἀδύνατον μὴ εἶναι. Θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομεν.

δυνατὸν εἶναι οὐ δυνατὸν εἶναι

ἐνδεχόμενον εἶναι οὐκ ἐνδεχόμενον εἶναι

οὐκ ἀδύνατον εἶναι ἀδύνατον εἶναι

οὐκ ἀναγκαῖον εἶναι ἀναγκαῖον μὴ εἶναι

δυνατὸν μὴ εἶναι οὐ δυνατὸν μὴ εἶναι

ἐνδεχόμενον μὴ εἶναι οὐκ ἐνδεχόμενον μὴ εἶναι

οὐκ ἀδύνατον μὴ εἶναι ἀδύνατον μὴ εἶναι

οὐκ ἀναγκαῖον μὴ εἶναι ἀναγκαῖον εἶναι

Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ μὲν ἀντιφατικῶς, ἀντεστραμμένως δέ· τῷ μὲν γὰρ δυνατὸν εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτου ἀκολουθεῖ, τῇ δὲ ἀποφάσει ἡ κατάφασις· τῷ γὰρ οὐ δυνατὸν εἶναι τὸ ἀδύνατον εἶναι· κατάφασις γὰρ τὸ ἀδύνατον εἶναι, τὸ δ᾿ οὐκ ἀδύνατον εἶναι ἀπόφασις. Τὸ δ᾿ ἀναγκαῖον πῶς, ὀπτέον. Φανερὸν δὴ ὅτι οὐχ οὕτως ἔχει, ἀλλ᾿ αἱ ἐναντίαι ἕπονται· αἱ δ᾿ ἀντιφάσεις χωρίς. Οὐ γάρ ἐστιν ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶναι· ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρας· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶναι. Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως τοῖς ἑτέροις, ὅτι ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται, τὸ αὐτὸ δυνάμενον. Εἰ γὰρ ἀδύνατον εἶναι, ἀναγκαῖον τοῦτο οὐκ εἶναι ἀλλὰ μὴ εἶναι· εἰ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι· ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀνάγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ᾿ ὥσπερ εἴρηται, ἀντεστραμμένως. Ἣ ἀδύνατον οὕτως κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσεις; τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μή, ἡ ἀπόφασις ἀκολουθήσει· ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάναι· ὥστ᾿ εἰ μὴ δυνατὸν εἶναι, ἀδύνατον εἶναι· ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. Ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον. Ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῷ δυνατὸν εἶναι, οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶναι· τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνειν, τούτων δὲ ὁπότερον ἂν ἀληθὲς ᾖ, οὐκέτι ἔσται ἐκεῖνα ἀληθῆ. Ἄμα γὰρ δυνατὸν εἶναι καὶ μὴ εἶναι· εἰ δ᾿ ἀνάγκη εἶναι ἢ μὴ εἶναι, οὐκ ἔσται δυνατὸν ἄμφω. Λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶναι. Τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶναι. Καὶ γὰρ αὕτη γίνεται ἀντίφασις τῇ ἑπομένῃ τῷ οὐ δυνατὸν εἶναι· ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον μὴ εἶναι, οὗ ἡ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι. Ἀκολουθοῦσί τε ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπον, καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτως.

Ἀπορήσειε δ᾿ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται. Εἴ τε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ μὴ δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν, ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι. Ἁλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο δὲ ψεῦδος. Φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, ἀλλ᾿ ἔστιν ἐφ᾿ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον. Αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δ᾿ ἄλογοι οὐ πᾶσαι, ἀλλ᾿ ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή, οὐδ᾿ ὅσα ἅλλα ἐνεργεῖ ἀεί. Ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι. Ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένων, οὐδ᾿ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος. Ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν. Τὸ γὰρ δυνατὸν οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείᾳ ὄν, οἷον δυνατὸν βαδίζειν ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι κατ᾿ ἐνέργειαν ὃ λέγεται εἶναι δυνατόν, τὸ δὲ ὅτι ἐνεργήσειεν ἄν, οἷον δυνατὸν εἶναι βαδίζειν ὅτι βαδίσειεν ἄν. Καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστὶ μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις. Ἅμφω δὲ ἀληθὲς εἰπεῖν τὸ μὴ ἀδύνατον εἶναι βαδίζειν ἢ εἶναι, καὶ τὸ βαδίζον ἤδη καὶ ἐνεργοῦν καὶ τὸ βαδιστικόν. Τὸ μὲν οὖν οὕτω δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγκαίου ἁπλῶς εἰπεῖν, θάτερον δὲ ἀληθές. Ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπεται, τῷ ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν. Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τἆλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ.

Φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κατ᾿ ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀΐδια, καὶ ἡ ἐνέργεια δυνάμεως προτέρα. Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ δὲ χρόνῳ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν ἀλλὰ δυνάμεις μόνον.

فأما اللوازم فهكذى يجرى نسقها، ¦ اذا وضعت يلزم من قولنا ممكن أن يوجد قولنا محتمل أن يوجد وهذا ينعكس على ذلك، ويلزم منه ويلزمه ايضاً قولنا ليس ممتنعاً أن يوجد وقولنا ليس واجباً أن يوجد ويلزم قولنا ممكن ألا يوجد، وقولنا محتمل ألا يوجد قولنا ليس واجباً ألا يوجد وقولنا ليس ممتنعاً ألا يوجد، ويلزم قولنا لا يمكن أن يوجد وقولنا لا يحتمل أن يوجد قولنا [واجب] ¦ ألا يوجد وقولنا ممتنع أن يوجد. ويلزم قولنا لا يمكن ألا يوجد وقولنا لا يحتمل ألا يوجد قولنا واجب أن يوجد وقولنا ممتنع ألا يوجد، فلنتأمل ما نصفه من هذا الرسم الذى نرسمه،

ممكن أن يوجد ليس ممكناً أن يوجد
محتمل أن يوجد ليس محتملاً أن يوجد
ليس ممتنعاً أن يوجد ممتنع أن يوجد
ليس واجباً أن يوجد واجب ألا يوجد
ممكن ألا يوجد ليس ممكناً ألا يوجد
محتمل ألا يوجد ليس محتملاً ألا يوجد
ليس ممتنعاً ألا يوجد ممتنع ألا يوجد
ليس واجباً ألا يوجد واجب أن يوجد،

فقولنا ممتنع وقولنا لا ممتنع يلزمان قولنا محتمل وقولنا لا محتمل وقولنا ممكن وقولنا لا ممكن لزوم المناقضه إلا أن ذلك على القلب، وذلك أن الذى يلزم قولنا | ممكن ¦ أن يوجد سلب قولنا ممتنع أن يوجد، والذى يلزم سلب ذلك ايجاب هذا وذلك أن الذى يلزم قولنا ليس ممكنا أن يوجد انما هو قولنا ممتنع أن يوجد، فان قولنا ممتنع أن يوجد هو ايجاب وقولنا ليس ممتنع سلب، فأما الواجب نعنى الضرورى فينبغى أن ننظر كيف الحال فيه، فانه من البين أنه ليست هذه حاله لأن الذى يتبع فيه انما هو الاضداد فأما المناقضة فعلى حيالها، وذلك أنه ليس ¦ سلب قولنا واجب ألا يوجد قولنا ليس واجباً أن يوجد وذلك أنه قد يجوز أن يصدق القولان جميعاً فى المعنى الواحد بعينه، فإن ما كان واجباً ألا يوجد فليس واجباً أن يوجد والسبب فى أن اللزوم فى ذلك ليست الحال فيه كالحال فى الآخر أن الممتنع حقه فى القول بضد الواجب فإن كان الممتنع ¦ والواجب قوتهما واحدة بعينها، وذلك أن ما كان ممتنعاً أن يوجد فالواجب ليس أن يوجد بل ألا يوجد، وما كان ممتنعاً ألا يوجد فواجب أن يوجد، فقد يجب إن كانت تلك تجرى على مثال ما تجرى عليه التى لقولنا ممكن ولا ممكن أن يكون هذه على الضد، فان الواجب والممتنع قد يدلان على معنى واحد بعينه غير أن ذلك على ¦ جهه القلب، او نقول إنه ليس يجوز أن توضع المناقضات فى الواجب هذا الوضع الذى وضعناه، وذلك أن ما كان واجباً أن يوجد فممكن أن يوجد وإن لم يكن كذلك فسلبه يلزمه، لأنه قد يلزم إما الإيجاب وإما السلب، فإن لم يكن ممكناً أن يوجد فممتنع أن يوجد فالذى هو واجب اذاً أن يوجد ممتنع أن يوجد وذلك خلف، وايضا فان قولنا ممكن ¦ أن يوجد يلزمه قولنا ليس ممتنعاً أن يوجد ويلزم هذا قولنا ليس واجباً أن يوجد، فيجب من ذلك أن يكون ما هو واجب أن يوجد ليس واجباً أن يوجد وذلك خلف، وايضاً فانه ليس يلزم قولنا واجب أن يوجد قولنا ممكن أن يوجد ولا قولنا واجب ألا يوجد، وذلك أن القول بالممكن قد يتفق فيه الامران جميعاً وأما هذان فأيهما كان قد ¦ صادقاً لم يمكن أن يصدق معه الباقيان لانه قد يمكن أن يوجد الشىء وألا يوجد | وإن كان واجباً أن يوجد او ألا يوجد فليس يكون ممكناً فيه الامران جميعاً، فقد بقى اذاً أن يكون الذى يتبع قولنا ممكن أن يوجد انما هو قولنا ليس واجباً ألا يوجد، فان هذا قد يصدق ايضاً مع قولنا واجب أن يوجد، وذلك انه يصير نقيضاً للقول اللازم لقولنا ليس ممكناً ¦ أن يوجد، فانه قد يلزم هذا القول قولنا ممتنع أن يوجد وقولنا واجب ألا يوجد الذى سلبه ليس واجباً ألا يوجد، فهذه المناقضات اذا يلزم ايضاً على هذا الوجه الذى وصفناه، واذا وضعت كذلك لم يلحق ذلك شىء محال، ولعل الانسان ان يسلب فيقول هل يلزم قولنا واجب أن يوجد قولنا ممكن ¦ أن يوجد، فانه إن لم يكن يلزمه فنقيضه تتبعه وهو قولنا ليس يمكن أن يوجد وإن قال قائل إن هذا القول ليس هو نقيض ذلك فواجب أن يقول إن نقيضه قولنا يمكن ألا يوجد، والقولان جميعاً كاذبان فيما وجوده واجب، عندنا قد نرى ايضاً أن الشىء الواحد بعينه يمكن تقطع وألا تقطع ويمكن أن يوجد والٔا ¦ يوجد، فيجب من ذلك أن يكون ما هو واجب أن يوجد يحتمل ألا يوجد وهذا ايضاً باطل، فنقول انه ليس كل ما هو ممكن اى فى قوته أن يوجد او أن يمشى فقد يقدر على ما هو مقابل لذلك، بل هاهنا اشياء لا يصدق فيها المقابل وأول ذلك فى الممكنة [القادرة القوية] التى ليست قواها بنطق ومثال ذلك النار فانها تسخن كل ما لقيته وقوتها ليست بنطق، فالقوى التى تكون بنطق ¦ هى واحدة باعيانها لاشياء كثيرة ولاضدادها فاما القوى التى ليست بنطق فليس كلها كذلك لكن الامر على ما قلنا فى النار وذلك انه ليس ممكناً أن تحرق وألا تحرق وكذلك غيرها مما تفعل دائماً، إلا أن بعض الاشياء مما قوته بغير نطف قد يمكن فيها ايضاً أن تقبل معاً المتقابلات، ¦ وانما قلنا هذا القول ليعلم انه ليس كل إمكان [قدره قوه] فهو للاشياء المتقابلة ولا فيها يقال فى النوع الواحد بعينه، وإن كان بعض الإمكان مشترك فى الاسم، وذلك أن الممكن ليس مما يقال على الاطلاق بل منه ما يقال حقا لأن الشىء يفعل ومثال ذلك قولنا فى الماشى أن المشىء ممكن له لانه يمشى وبالجملة قولنا فى الشىء أن | كذا ممكن له لانه ¦ بالفعل بالحال التى يقال انها ممكنة، ومنه ما يقال ذلك فيه لأن من شأنه أن يفعل ومثال ذلك قولنا فى الشىء انه قد يمكن أن يمشى لأن من شأنه أن يمشى، وهذا الامكان انما هو فى الأشياء المتحركة وحدها، فأما ذاك فهو ايضاً فى الاشياء غير المتحركة، والقول بانه ممكن أن يمشى وانه يمشى صادقان فيما هو رأيت يمشى بفعل وفيما هو من ¦ شأنه المشى، فأما ما قيل ممكناً على هذا الوجه فليس بصادق اذا قيل على الاطلاق فى الواجب ضرورةً، وأما على الوجه الآخر فانه صادق، فاذ كان الكلى لاحق بالجزؤى فقد يجب أن يلزم فيما هو واجب أن يوجد أن يكون ايضاً ممكناً أن يوجد، إلا انه ليس على كل معنى الممكن، وعسى أن يكون ايضاً مبدأها كلها قولنا واجب وقولنا ليس واجب أن يوجد او لا يوجد ثم ¦ ينبغى أن نتأمل كيف لزوم سائر تلك الباقية لهذه، وقد ظهر مما قلنا إن ما وجوده واجب ضرورةً فهو بالفعل فيجب من ذلك اذ كانت الاشياء الازلية أقدم أن تكون ايضاً الفعل اقدم من القوة فتكون، بعض الأشياء بالفعل دون القوة ومثال ذلك الجواهر الأول وبعضها مع قوة (امكان) وهذه الأشياء هى بالطبع ¦ أقدم فأما بالزمان فانها أشد تأخراً وبعضها ليست فى حال من الاحوال بالفعل بل انما هى قوة فقط