Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

9. Εἰδέναι δὲ χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται, ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται, ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται, ὁκόσα δ’ ὑπ’ ἀργίης τίκτεται, ταλαιπωρίη ἰῆται. Τὸ δὲ ξύμπαν γνῶναι, δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστεῶσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσι, καὶ τὰ ξυντείνοντα λύειν, καὶ τὰ λελυμένα ξυντείνειν· οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι. Αἱ δὲ νοῦσοι γίνονται, αἱ μὲν ἀπὸ τῶν διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. Τὴν δὲ διάγνωσιν χρὴ ἑκατέρου ὧδε ποιέεσθαι· ὁκόταν μὲν ὑπὸ νουσήματος ἑνὸς πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ ὅ τι κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεώμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. Φανερὸν γὰρ δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων, καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως, καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων, καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτευμένων, καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα· οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτεύμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου. Ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισι, καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ. Δῆλον γὰρ ὅτι οἷσί γε χρέεσθαι εἴωθεν ὥνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων· ἃ δεῖ καταμαθόντα μεταβάλλειν, καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρμακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν. Ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ’ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει. Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε· τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου, τὸ δὲ σῶμα ὁρῆν, ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷσιν εἰώθει χρέεσθαι, κατ’ ὀλίγον (ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι, ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρέεσθαι, ὅτε γε φαίνεται μηδὲν ἀδικέοντα τὸν ἄνθρωπον)· τοῦ δὲ πνεύματος ὅκως ἡ ῥύσις ὡς ἐλαχίστη ἐς τὸ στόμα ἐσίῃ καὶ ὡς ξενωτάτη ἔσται, προμηθέεσθαι, τῶν τε χωρίων τοὺς τόπους μεταβάλλοντα ἐς δύναμιν, ἐν οἷσιν ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα· οὕτω γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.