Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

6. Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὥνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι· ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα· καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται· ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπῳ· καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν. Καίτοι τὸ μὲν πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν μοῦνον καθαρθείς· ἀλλ’ ὁκόταν τις πίῃ φάρμακον ὅ τι χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα· ἔπειτα δὲ ἐπὶ τούτοισιν ἐμέουσί χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν. Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων· πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν. Τὸ γὰρ φάρμακον, ὁκόταν ἐσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τἄλλα ἕλκει τε καὶ καθαίρει. Ὡς γὰρ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν ἐς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν αὐτῷ ἐνεὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ καὶ πικρὸν καὶ γλυκὺ καὶ ἁλμυρὸν καὶ παντοῖον· πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὁ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τἄλλα· τοιοῦτον δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι· ὁκόσα ἂν χολὴν ἄγῃ, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην· καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον· καὶ τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.