Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

2. Περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα. Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὥνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δ’ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα· ἐπίλογον δὲ ποιεῦνται καὶ οὗτοι πάντες τὸν αὐτόν· ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος αὐτέων βούλεται ὀνομάσας, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο. Ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει ὧδε ἔχειν· οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται. Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν ἓν ἐών· εἰ δ’ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι· νυνὶ δὲ πολλά· πολλὰ γάρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ, ὁκόταν ὑπ’ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται, καὶ ξηραίνηταί τε καὶ ὑγραίνηται, νούσους τίκτει· ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νουσημάτων, πολλὴ δὲ καὶ ἡ ἴησις αὐτέων ἐστίν. Ἀξιῶ δὲ ἔγωγε τὸν φάσκοντα αἷμα εἶναι μοῦνον τὸν ἄνθρωπον, καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ· εἰκὸς γὰρ εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἐνεόν· τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα μοῦνον εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ χολὴν φάσκοντος εἶναι. Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίως, καὶ νέου ἐόντος καὶ γέροντος, καὶ τῆς ὥρης ψυχρῆς ἐούσης καὶ θερμῆς, καὶ τεκμήρια παρέξω, καὶ ἀνάγκας ἀποφανῶ, δι’ ἃς ἕκαστον αὔξεταί τε καὶ φθίνει ἐν τῷ σώματι.

فأما الأطباء فزعم بعضهم أن الانسان من دم وزعم بعضهم أنه من مرار وزعم بعضهم أنه من بلغم وما يحتج به أيضا هؤلاء هو ما احتج به أولائك بعينه وذلك أنهم يقولون فى ذلك الشىء الذى يسميه كل واحد منهم باسم انه واحد وانه يستحيل ضرورة فى صورته وقوته من الحار والبارد ويصير أيضا حلوا ومرا وأبيض وأسود وسائر ما أشبه ذلك ولست أرى أيضا أن ما توهم هؤلاء على الصواب وأما أنا فأقول انه لو كان الانسان شيئا واحدا لما كان يألم أصلا وذلك أنه لو كان شيئا واحدا لما كان له شىء يؤلمه وان أنزلنا أنه كان يألم وجب ضرورة أن يكون ما يشفيه شىء واحد وأما الآن اذ قد نجد فى البدن أشياء كثيرة متى أسخن بعضها بعضا بخلاف المجرى الطبيعى أو برده أو جففه أو رطبه تولدت عنها أمراض فيجب من ذلك أن تكون أصناف الألم كثيرة وتكون أنحاء العلاج مختلفة كثيرة وأنا أسأل الذى يقول ان الانسان انما هو دم فقط وانه ليس هو شىء غير ذلك أن يرينيه بحال لا تختلف فيها صورته ولا ينوبه فيها جميع أنحاء التغيير أو يرينى وقتا من أوقات السنة أو من أوقات أسنان الانسان يظهر عندها فيه الدم وحده مفردا فقد يجب أن يكون وقت من الأوقات يوجد فيه الشىء الذى هو منه وحده مفردا وهذا قولى أيضا لمن زعم أن الانسان من بلغم ولمن زعم أنه من مرار وذلك أنى أنا أبين أن الأشياء التى أقول ان الانسان مركب منها توجد فيه فى جميع الأوقات متشابهة اذا كان طفلا واذا شاخ وفى الوقت الحار من أوقات السنة وفى الوقت البارد وأبين ذلك على الاصطلاح وعلى الطبيعة وآتى عليه بدلائل وشواهد اضطرارية بسببها يزيد فى البدن كل واحد من هذه وينقص