Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

3. Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ’ ἑνός· πῶς γὰρ ἂν ἕν γ’ ἐόν τι γεννήσειεν, εἰ μή τινι μιχθείη; ἔπειτα οὐδ’, ἐὰν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐδ’ ἂν ταῦτα ἡμῖν ξυντελέοιτο. Καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πουλὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅτε γε οὐδ’ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα; Ἀνάγκη τοίνυν, τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ’ ἕκαστον τῶν ξυμβαλλομένων ἐς τὴν γένεσιν ἔχειν τὴν δύναμιν ἐν τῷ σώματι, οἵην περ ξυνεβάλετο. Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν ἐς τὴν ἑωυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν. Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις, καὶ τῶν ἄλλων πάντων· γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα· ξυνίσταταί τε γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων, καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τωὐτὸ ὅθεν περ ξυνέστη ἕκαστον, ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.

اما اول الأمر فقد يجب ضرورة أن يكون حدوث الكون لا من شىء واحد فكيف يمكن وهو واحد أن يولد شيئا آخر ان لم يخالطه شىء وليس يمكن أيضا أن يحدث الكون عن أشياء كثيرة الا أن تكون متفقة فى الجنس قوتها جميعا قوة واحدة وربما لم ننتفع أيضا بهذه الأشياء فى الكون وان لم يكن أيضا الحار عند البارد واليابس عند الرطب معتدلة بعضها بقياس بعض مساويا بعضها لبعض لكن كان الواحد منها يفضل على الآخر فضلا كثيرا والواحد أقوى والآخر أضعف لم يحدث الكون فكيف يستقيم أن يتولد عن الواحد شىء آخر ونحن لا نجده يتولد عن الكثير شىء اذا اتفق أن يكون امتزاج بعضها مع بعض على غير ما ينبغى فقد يجب ضرورة اذا كانت طبيعة الانسان كذلك وسائر الأشياء كلها ألا يكون الانسان شيئا واحد وأن تكون قوة كل واحد من الأشياء التى ينتفع بها فى كونه فى بدنه بالحال التى ينتفع بها ويجب ضرورة أن يعود كل واحد منها الى طبيعته اذا مات الانسان وانحل بدنه اليابس والرطب الى الرطب والحار الى الحار والبارد الى البارد وكذلك طبيعة الحيوان وسائر الأجسام كلها ويحدث كلها ويفنى على مثال واحد وذلك أن طبيعتها تحدث من جميع هذه التى ذكرنا وتعود الى جميعها وذلك أن كل شىء حدث عن شىء فالى ذلك الشىء يعود