Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

15. Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ χολῆς· εἴδεα δὲ σφέων ἐστὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν· οὐνόματα δ’ αὐτέοισίν ἐστι ξύνοχος, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. Ὁ μὲν οὖν ξύνοχος καλεόμενος γίνεται ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης, καὶ τὰς κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται· τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον. Ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν ξύνοχον ἀπὸ πλείστης χολῆς γίνεται, καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων, μακρότερος δέ ἐστι τοῦ ξυνόχου, ὁκόσῳ ἀπὸ ἐλάσσονος γίνεται χολῆς, καὶ ὅτι ἔχει ἀνάπαυσιν τὸ σῶμα, ἐν δὲ τῷ ξυνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. Ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ, καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται· ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα διαναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. Οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δὲ μάλα τῶν τριταίων εἰσὶν, ὁκόσῳ ἔλασσόν τι μέρος μετέχουσι χολῆς τῆς τὴν θερμασίην παρεχούσης, τοῦ τε διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσιν· προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον, καὶ τὰς ἕδρας χρονιωτάτας ποιέεται. Γνώσῃ δὲ ἐν τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ· φθινοπώρου γὰρ μάλιστα οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων ἕως τῶν πέντε καὶ τεσσαράκοντα, ὅτι καὶ ἡ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων ἐπιτηδειοτάτη. Ὁκόσοι δ’ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν, ἢν μὴ ἄλλο τι κακουργῆται ὥνθρωπος.