Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

15. Ὁκόταν δὲ ἤδη τοῦτο γένηται, κατιόντος τοῦ αἵματος ἀπὸ τῆς μητρὸς καὶ πηγνυμένου, σὰρξ γίνεται· κατὰ δὲ μέσον τῆς σαρκὸς ὁ ὀμφαλὸς ἀπέχει, δι’ οὗ πνέει καὶ τὴν αὔξησιν ἰσχει. Ἡ δὲ γυνὴ ὁκόταν ἐν γαστρὶ ἔχῃ, ὑπὸ τῶν καταμηνίων μὴ χωρεόντων διὰ τόδε οὐ πονέεται ὅτι τὸ αἷμα οὐ ταράσσεται, βύζην ἀπιὸν κατὰ μῆνα ἕκαστον· ἀλλὰ χωρέει ἡσυχῇ κατ’ ὀλίγον ἄνευ πόνου καθ’ ἡμέρην ἐς τὰς μήτρας· καὶ τὸ ἔνδον ἐν τῇσι μήτρῃσιν ἐνεὸν αὔξεται. Καθ’ ἡμέρην δὲ ἑκάστην τούτου ἕνεκα χωρέεν, ἀλλ’ οὐκ ἐς ἅπαξ κατὰ μῆνα, ὅτι ἐν τῇσι μήτρῃσίν ἡ γονὴ ἐνεοῦσα ἑλκει ἀπὸ τοῦ σώματος αἰεὶ, ὅκως ἂν καὶ δυνάμιος ἔχη. Ταύτῃ καὶ ἡ πνοή· καὶ τὸ μὲν πρῶτον σμικρὴ ἡ πνοὴ γίνεται, καὶ τὸ αἷμα ὀλίγον χωρέει ἀπὸ τῆς μητρός· ὁκόταν δὲ ἡ πνοὴ ἐπὶ πλεῖον γίνηται, μᾶλλον, ἕλκει τὸ αἷμα. καὶ ἐπὶ πλεῖον κατέρχεται ἐς τὰς μήτρας. Τῇσι δὲ ἐν γαστρὶ μὴ ἐχούσῃσι, ὁκόταν τὰ καταμήνια μὴ χωρέῃ, διὰ τόδε ὁ πόνος γίνεται· πρῶτα μὲν ταράσσεται τὸ αἷμα ἐν τῷ σώματι κατὰ μῆνα ἕκαστον, ὑπὸ ἀνάγκης τοιῆσδε· ὅτι μὴν μηγὸς διαφέρει πουλὺ καὶ κατὰ ψύξιν καὶ κατὰ θερμασίην, καὶ τούτου αἰσθάνεται τῆς γυναικὸς τὸ σῶμα, ὑγρότερον γάρ ἐστιν ἢ τὸ τοῦ ἀνδρὸς, καὶ ταραχθέντος τοῦ αἵματος καὶ πληρώσαντος τὰς φλέβας, ἀπέρχεται ἀπ’ αὐτοῦ, καί πως τοῦτο ἐν τῇ ἀρχῇ τῇ φύσει ὑπῆρξεν. Ὥστε, ἢν μὲν ἀποκενῶται τοῦ αἵματος. ἡ γυνὴ, λαμβάνει ἐν γαστρί· ἢν δὲ πλήρης ἔῃ, οὔ· κενεῶν γὰρ τῶν μητρέων καὶ τῶν φλεβῶν γενομένων τοῦ αἵματος, λαμβάνουσι πρὸς σφᾶς αἱ γυναῖκες τοὺς παῖδας· μετὰ γὰρ τῶν καταμηνίων τὴν κάθαρσιν αἱ γυναῖκες μάλιστα λαμβάνουσιν ἐν γαστρί· αἴτιον δὲ τὸ εἰρημένον. Ὁκόταν δὲ ταραχθὲν τὸ αἷμα καὶ ἀποκριθὲν μὴ χωρέῃ ἔξω, ἀλλ’ ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι μὴ χαλῶσι, θερμαινόμεναι δὴ, ὑπὸ τοῦ αἵματος χρονίζοντος αἱ μήτραι θέρμην τῷ ἄλλῳ σώματι παρέχουσιν· ἔστι δ’ ὅτε καὶ διαδίδοῦσι τοῦ αἵματος ἐς τὰς φλέβας τοῦ σώματος, ὅπη αἱ φλέβες πληρεύμεναι πονεῦγται καὶ οἰδήματα παρέχουσιν· ἔστι δ’ ὅτε καὶ κίνδυνος ἐκ τοῦ τοιουτέου χωλωθῆναι· ἔστι δ’ ὅτε καὶ πρὸς τὴν κύστιν προσίστανται καὶ πιέζουσι καὶ κλείουσι τὴν κύστιν καὶ στραγγουρίην παρέχουσιν· ἔστι δ’ ὅτε καὶ πλήρεες αἵματος ἐοῦσαι αἱ μῆτραι προσπίπτουσιν ἢ πρὸς ἴσχια ἢ πρὸς ὀσφὺν, καὶ πόνον παρέχουσιν· ἔστι δ’ ὅτε καὶ ἐχρόνισε τὸ αἷμα μῆνας πέντε ἢ ἓξ, καὶ ἐν τῇσι μήτρῃσι σαπὲν, πῦος γίνεται, καὶ ἐνίῃσι μὲν κατὰ τὸ αἰδοῖον ἐξέρχεται τὸ πῦος, ἔστι δὲ ᾗτι καὶ κατὰ τὸν βουβῶνα ὡς φῦμα γίνεται, κἀκείνῃ πῦον γενόμενον ἐξῆλθε· καὶ ἄλλα πολλὰ κακὰ τῇσι γυναιξὶ τοιουτότροπα γίνεται, ἐπὴν μὴ ἀποκαθαίρωνται τὰ καταμήνια. Ἀλλὰ τί δεῖ λέγειν αὐτὰ ἐνθάδε; εἰρήσεται γὰρ ἐν τοῖσι γυναικείοισι νοσήμασιν· ἀλλ’ ὅθεν ἀπέλιπον περανέω τὸν λόγον.

فإذا نزل الدم ودخل إلى الجنين فاغتذى منه انعقد له لحم وفي وسط اللحم تكون السرّة التي يتنفّس منها ويربو.

إنّ المرأة إذا حبلت لا تتوجّع من اجتماع الدم الذي يجتمع إلى رحمها ولا تحسّ بضعف كما تحسّ إذا طمثت لأنّه لا يتعكّر دمها كلّ شهر ويثور ولكنّه ينزل إلى الرحم كلّ يوم قليلاً قليلاً نزولاً ساكناً من غير وجع فإذا نزل إلى الرحم غذا الجنين فإذا اغتذا الجنين منه كبر وذلك أنّه ينزل كلّ يوم الدم.

إذا لم تكن المرأة حبلى فأبطأ طمثها هيّج ذلك فيها الأوجاع وذلك لأن دمها يتعكّر كلّ شهر ولهذا العكر يتغيّر كلّ شهر بالحرارة والبرودة ويحسّ بذلك جسد المرأة ولذلك يكون جسد المرأة أرطب من جسد الرجل وإذا تعكّر الدم كلّ شهر امتلأت منه الآلات الباردة وما كان منه رديئاً خرج من قبل نفسها وهذا الفعل هو معروف في الطبيعة قديماً وذلك ليتفرّغ ما في المرأة من فضول الدم وتحبل فإن امتلأت العروق ولم تتفرّغ وكان الدم في الرحم كثيراً لم تحبل المرأة ولكن إنّما تحبل بعد تنقية الطمث للسبب الذي قلنا.

إذا أرغى الدم وتعكّر ونزل إلى الرحم ولم يخرج إلى خارج ولم تسترخي الرحم سخنت جدّاً واشتعلت الحرارة في جميع الجسد وربّما نزل الدم إلى العروق فآذاها حتّى تنتفخ وترم وربّما توجّعت حتّى تضعف أمثالها.

إنّه إن اجتمع وأقام عند المثانة ضغطها وكان منه عسر البول ووجع. ربّما امتلأت الرحم منه فوقعت على الوركين والأعضاء التي عند الحقوين وأوجعتها وإذا مكث الدم خمسث أشهر أو ستّة نتن وصار مدّة وقاحت الرحم وأنفجرت أو خرج فيها خراج وربّما اجتمع عند الاربيّتين وأقام عليها حتّى يصير مدّة ثمّ يخرج.

وهذه الأوجاع تكون من حبس الطمث مع الأوجاع الأخر الكثيرة التي تعرض للنساء إذا لم يحضن في كلّ شهر.

ولسنا نحتاج إلى هذه هاهنا وقد وضعناها في كتاب أوجاع النساء.