Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

30. Ὁκόταν δὲ τῇ γυναικὶ ὁ τόκος παραγένηται, ξυμβαίνει τότε τῷ παιδίῳ κινεομένῳ καὶ ἀσκαρίζοντι χερσί τε καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἔνδον· ῥαγέντος δὲ ἑνὸς, ἤδη καὶ οἱ ἄλλοι ἀκιδνοτέρην δύναμιν ἔχουσι· καὶ ῥήγνυνται πρῶτον μὲν οἱ κείνου ἐχόμενοι· ἔπειτα ὁ ὕστατος. Ὁκόταν δὲ ῥαγῶσιν οἱ ὑμένες, τότε λύεται τοῦ δεσμοῦ τὸ ἔμβρυον, καὶ χωρέει ἔξω κλονηθέν· οὐ γὰρ ἔτι ἔχει σθένος τῶν ὑμένων προδόντων, καὶ τούτων ἀπενεχθέντων οὐδὲ αἱ μῆτραι δύνανται ἔτι τὸ παιδίον ἴσχειν· προσλαμβάνονται γὰρ οἱ ὑμένες καὶ τῶν μητρέων, ὁκόταν ἀμφὶ τὸ παιδίον ἑλίσσωνται, οὐ πολλῇ δυνάμει. Ὁκόταν δὲ χωρέῃ τὸ παιδίον, βιῆται καὶ εὐρύνει τὰς μήτρας ἐν τῇ διεξόδῳ, ἅτε ἁπαλὰς ἐούσας· χωρέει δὲ ἐπὶ κεφαλὴν, ἢν κατὰ φύσιν ἴῃ· βαρύτατα γάρ ἐστιν αὐτῷ τὰ ἄνω ἐκ τοῦ ὀμφαλοῦ σταθμεόμενα. Ἐν δὲ τῇσι μήτρῃσιν ἐὸν ἐγκρατὲς μᾶλλον γίνεται ἐς τῶν ὑμένων τὴν κατάῤῥηξιν ἅμα δεκάτῳ μηνὶ, ὅτε ὁ τόκος τῇ μητρὶ παραγίνεται. Ἢν δὲ βίαιον πάθημα πάθῃ τὸ παιδίον, καὶ πρόσθεν τοῦ ὡρισμένου χρόνου ῥαγέντων τῶν ὑμένων ἐξέρχεται· καὶ ἢν ἡ τροφὴ πρόσθεν λήξῃ ἀπὸ τῆς μητρὸς τῷ παιδίῳ, καὶ οὕτω πρόσθεν ὁ τόκος τῇ μητρὶ παραγίνεται, καὶ θᾶσσον δέκα μηνῶν ἐξέρχεται. Ἀλλ’ ὅσαι δὴ ἔδοξαν πλείονα χρόνον δέκα μηνῶν ἔχειν, ἤδη γὰρ τοῦτο πολλάκις ἤκουσα, κεῖναι διεβλήθησαν τρόπῳ τοιῷδε ᾧ μέλλω ἐρέειν· ὁκόταν αἱ μῆτραι πνεῦμα λάβωσιν ἐς σφᾶς αὐτὰς ἀπὸ τῆς κοιλίης φῦσαν παρεχούσης καὶ ἐξαρθῶσι, γίνεται γὰρ τοῦτο, δοκέουσι δὴ αἱ γυναῖκες πρὸς σφέας ἔχειν τότε· καὶ ἢν καταμήνια μὴ χωρέοντα ξυστραφῇ ἐν τῇσι μήτρῃσι καὶ ἔῃ χρονιώτερα, ἀεὶ διαῤῥεῖ ἐς τὰς μήτρας, ἔστι μὲν ὅτε ξὺν τῷ ἀπὸ τῆς κοιλίης πνεύματι, ἔστι δ’ ὅτε καὶ θερμαινόμενα, καὶ δὴ καὶ τότε ἐν γαστρὶ δοκέουσιν ἔχειν αἱ γυναῖκες, ἅτε τῶν καταμηνίων μὴ χωρεόντων καὶ τῶν μητρέων ᾐρμένων· εἶτα ἔστιν ὅτε τὰ καταμήνια ἐῤῥάγη αὐτόματα, ἢ ἑτέρων ἐπικατελθόντων ἀπὸ τοῦ σώματος ἐς τὰς μήτρας καὶ κατενεγκάντων τὰ πρότερα, καὶ ἡ φῦσα ἐξῆλθε, καὶ πολλῇσιν ἤδη εὐθὺς μετὰ τὴν τῶν καταμηνίων κάθαρσιν αἱ μῆτραι ἔχανον καὶ κατὰ τὸ αἰδοῖον ἐστράφησαν, καὶ τηνικαῦτα μιχθεῖσαι ἀνδράσιν ἔλαβον πρὸς σφᾶς τὸν γόνον αὐθήμερον ἢ ἅμα ὀλίγῃσιν ἡμέρῃσιν. Λογίζονται δὲ αἱ γυναῖκες αἱ ἄπειροι τούτων τῶν λόγων καὶ τῶν πρηγμάτων κατ’ ἐκεῖνον τὸν χρόνον ἐν γαστρὶ ἔχειν, ὅτε τὰ καταμήνια οὐκ ἐχώρεεν αὐτῇσι καὶ αἱ μῆτραι ᾐρμέναι ἐτύγχανον. Ὅτι δὲ οὐκ ἐστὶ χρονιώτερον δέκα μηνῶν ἐν γαστρὶ ἔχειν, ἐγὼ φράσω· ἡ τροφὴ καὶ ἡ αὔξησις ἡ ἀπὸ τῆς μητρὸς κατιοῦσα οὐκ ἔτι ἄρκεῦσα τῷ παιδίῳ ἐστὶν, ὁκόταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ· ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος ἐς ἑωυτὸ τὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον· ὁκόταν δ’ αὐτῷ σπανιώτερα ταῦτα γίνηται καὶ ἁδρὸν ἔῃ τὸ παιδίον, ποθέον πλείονα τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει καὶ τοὺς ὑμένας ῥήγνυσι. Καὶ μᾶλλον τοῦτο πάσχουσιν αἱ τῶν γυναικῶν πρωτοτόκοι· ἐπιλείπει γὰρ τοῖσι παιδίοισιν ἡ τροφὴ ἐς τὸ ἀρκέσαι ἄχρι τῶν δέκα μηνῶν. Ἐπιλείπει δὲ διὰ τρόπον τοιόνδε· εἰσὶ τῶν γυναικῶν, αἳ μὲν ἀρκέοντα τὰ καταμήνια ἀποκαθαίρονται, αἳ δὲ ἐλάσσονα· τοῦτο δὲ ἢν ἀεὶ γίνηται, ἐν φύσει καὶ ἐν γένει μητρῷόν σφίν ἐστιν· αἱ δὲ τὰ καταμήνια ὀλίγα μεθιεῖσαι, αὗται καὶ τοῖσι παιδίοισι τοῦ χρόνου τὸ ὕστατον, ὅταν ἤδη ἁδρὸν ἔῃ, τὴν τροφὴν σπανιωτέρην παρέχουσαι, ποιέουσιν ἀσκαρίζειν καὶ πρόσθεν τῶν δέκα μηνῶν ἐξελθεῖν ἐπείγεσθαι· ὀλίγον γὰρ ἀπ’ αὐτέων χωρέει τὸ αἷμα. Ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει καὶ ἀγαλάκτους μᾶλλον εἶναι ταύτας τὰς γυναῖκας, τὰς ὀλίγα τὰ καταμήνια μεθιείσας· ξηρότεραι γὰρ καὶ πυκνοσαρκότεραί εἰσιν. Τούτῳ δὲ τῷ λόγῳ ὅτι ἐπιλειπούσης τῆς τροφῆς, ἐξέρχεται τὸ ἔμβρυον, ἢν μή τι αὐτῷ βίαιον πάθημα προσπέσῃ, ἱστόριον τόδε ἐστί. Τὸ ὄρνεον γίνεται ἐκ τοῦ ὠοῦ τοῦ χλωροῦ τρόπῳ τοιῷδε· ἐπικαθεζομένης τῆς μητρὸς θερμαίνεται τὸ ὠόν· καὶ τὸ ἐν τῷ ὠῷ ἐνεὸν ἀπὸ τῆς μητρὸς κινέεται· θερμαινόμενον δὲ πνεῦμα ἴσχει τὸ ἐν τῷ ὠῷ ἐνεὸν καὶ ἀντισπᾷ ἕτερον ψυχρὸν ἀπὸ τοῦ ἠέρος διὰ τοῦ ὠοῦ· τὸ γὰρ ὠὸν ἀραιόν ἐστιν οὕτως ὡς πνοὴν ἑλκομένην ἀρκέουσαν διιέναι τῷ ἔνδον ἐόντι. Καὶ αὔξεται τὸ ὄρνεον ἐν τῷ ὠῷ, καὶ διαρθροῦται τρόπῳ τῷ αὐτῷ τε καὶ παραπλησίῳ ὧπερ καὶ τὸ παιδίον, ὥς μοι ἤδη καὶ πρότερον εἴρηται. Γίνεται δὲ ἐκ τοῦ χλωροῦ τοῦ ὠοῦ, τροφὴ δὲ καὶ αὔξησίς ἐστιν ἀπὸ τοῦ λευκοῦ τοῦ ἐν τῷ ὠῷ ἐόντος· καὶ τοῦτ’ ἤδη πᾶσιν ἐμφανὲς ἐγένετο ὁκόσοι προσέσχον τὸν νόον· ὁκόταν ἐπιλείπῃ ἡ τροφὴ τῷ νεοσσῷ ἐκ τοῦ ὠοῦ, οὐκ ἔχον ἀρκέουσαν ἀφ’ ἧς ζήσεται, κινέεται ἰσχυρῶς ἐν τῷ ὠῷ, ζητέον τροφὴν πλείονα, καὶ οἱ ὑμένες περιῤῥήγνυνται, καὶ ὁκόταν ἡ ὄρνις αἴσθηται τὸν νεοσσὸν κινηθέντα ἰσχυρῶς, κολάψασα ἐξέλεψεν· καὶ ταῦτα ξυμβαίνει γίνεσθαι ἐν εἴκοσιν ἡμέρῃσι. Καὶ ἐμφανές ἐστιν ὅτι ὧδε ἔχει· ὁκόταν γὰρ κολάψῃ τὸ ὄρνεον ἐπὶ τοῖσι λεπυρίοισι τοῦ ὠοῦ, ὑγρὸν ἔνεστιν οὐδὲν ὅ τι καὶ ἄξιον λόγου· ἐξανήλωται γὰρ ἐς τὸν νεοσσόν. Οὕτω δὲ καὶ τὸ παιδίον, ὁκόταν αὐξηθῇ, οὐκ ἔτι δύναται ἡ μήτηρ τροφὴν παρέχειν ἀρκέουσαν· ζητέον οὖν πλείω τροφὴν τῆς παρεούσης τὸ ἔμβρυον ἀσκαρίζον ῥήγνυσι τοὺς ὑμένας, καὶ λυθὲν τοῦ δεσμοῦ χωρέει ὁμοῦ ἔξω· καὶ ταῦτα γίνεται ἐν δέκα μησὶ τὸ μακρότατον. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τοῖσι κτήνεσι καὶ τοῖσι θηρίοισιν ὁ τόκος παραγίνεται ἐν χρόνῳ ᾧ ἕκαστον τίκτει οὐ μακρότερον· ἑκάστῳ γὰρ τῶν ζώνων ἀνάγκη ἐστὶ χρόνον εἶναι, ἐν ᾧ ἡ τροφὴ σπανιωτέρη ἔσται τῷ ἐμβρύῳ καὶ ἐπιλείψει καὶ ὁ τόκος παρέσται· καὶ τὰ μὲν ἐλάσσω τροφὴν τοῖσιν ἐμβρύοισιν ἔχοντα θᾶσσον τίκτει, τὰ δὲ πλείω ὕστερον. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. Τὸ δὲ παιδίον, ὅταν περιῤῥαγῶσιν οἱ ὑμένες, ἢν μὲν δὴ ἐπικρατήσῃ ἡ ἐπὶ τὴν κεφαλὴν ῥοπὴ, ῥηϊδίως τίκτει ἡ γυνή· ἢν δὲ πλάγιον ἢ ἐπὶ πόδας χωρήσῃ, γίνεται γὰρ τοῦτο, ἢν οὕτως ἡ ῥοπὴ τύχῃ γενομένη ἢ ὑπὸ εὐρυχωρίης γε τῶν μητρέων, ἢ καὶ ἢν ἡ μήτηρ ἐν τῇ ὠδῖνι μὴ ἡσυχάσῃ τὸ πρῶτον, κἢν οὕτω χωρέῃ, χαλεπῶς τέξεται ἡ γυνή· πολλαὶ δὲ ἤδη ἢ αὐταὶ ὤλοντο, ἢ τὰ παιδία, ἢ ἅμα αἱ μητέρες καὶ τὰ ἐν αὐτῇσιν. Ἐκ δὲ τῶν τικτουσῶν μάλιστα πονέουσιν αἱ πρωτοτόκοι διὰ τὴν ἀπειρίην τῶν πόνων, καὶ πονέουσι μὲν πᾶν τὸ σῶμα, μάλιστα δὲ τὴν ὀσφύν τε καὶ τὰ ἰσχία· διίσταται γὰρ σφέων τὰ ἰσχία· αἰ δὲ μᾶλλον ἔμπειροι τόκων ἧσσον πονέουσι τῶν πρωτοτόκων, αἱ δὲ πουλυτόκοι πάνυ ἧσσον πονέουσιν. Ἢν δὲ ἐπὶ κεφαλὴν ἴῃ τὸ ἔμβρυον, ἡ κεφαλὴ πρῶτον ἔξω χωρέει, ἔπειτα τἄλλα μέλεα ἑπόμενα, ὕστατος δὲ ὁ ὀμφαλός· ἐκ δὲ τοῦ ὀμφαλοῦ τὸ χορίον τεταμένον ἐστίν. Μετὰ δὲ ταῦτα ὕδρωψ ἔρχεται αἱματώδης ἀπό τε τῆς κεφαλῆς καὶ τοῦ ἄλλου σώματος, ἀποκριθεὶς ὑπὸ βίης τε καὶ πόνου καὶ θέρμης, καὶ ὁδὸν ἀφηγήσατο τῇ τῶν λοχίων καθάρσει· μετὰ δὲ τὴν ἔξοδον τοῦ ἰχῶρος ἡ κάθαρσις γίνεται χρόνον τὸν πρόσθεν εἰρημένον. Καὶ οἵ τε μαζοὶ καὶ τἄλλα μέλεα ὁκόσα ὑγρότερά ἐστι, καταῤῥήγνυται τῶν γυναικῶν, ἥκιστα μὲν ἐν τῷ πρώτῳ τόκῳ, ἔπειτα δὲ, ὡς ἂν πλειόνων πειρένωνται τόκων, ἔτι μᾶλλον καταῤῥήγνυται διακενουμένων τῶν φλεβῶν ὑπὸ τῆς καθάρσιος τῶν λοχίων. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.

أمّا المرأة إذا حضر الولاد فإنّ الجنين يتحرّك ويضرب بيديه ورجليه ضرباً شديداً حتّى يشقّ الحجاب الداخل الذي هو فيه فإذا انشقّ الحجاب الأوّل انشقّت الحجب الأخر معه لأنّها ضعيفة وإنّما ينشقّ الحجاب القريب منه أوّلاً ثمّ ينشقّ الحجب الأخر الخارجة بعد ذلك وإذا انشقّت الحجب انحلّت رباطات الجنين وخرج إلى خارج لأنّ الحجب لا تقوى على أن تمسكه ولا تقوى الرحم أيضاً على حبسه لأنّ الحجب قد انقشّت وخرجت من الرحم أيضاً مع الجنين بقوّته.

إن خرج الجنين خروجاً شديداً عسراً فإنّ الرحم تتحرّك وتتزعزع من مكانها لأنّها ليّنة.

إذا خرج الجنين فإنّما يخرج رأسه أوّلاً إن كان يخرج خروجاً طبيعيّاً.

وتميل آلات الرحم كلّها إلى أسفل وإنّما يخرج رأسه أوّلاً لأنّ الأعضاء التي فوق السرّة تثقل حتّى تتنكّس إلى أسفل وذلك لأنّ رأسه أثقل من جميع أعضائه والجنين إنّما نمسكه الحجب.

فإن عرض له وجع قبل ولاده فانقشّت الحجب سقط وخرج وهو ناقص وإن نقص الغذاء الذي يأتيه من أمّه قبل وقت ولاده سقط أيضاً ناقصاً فأمّا الوقت التامّ فهو الشهر التاسع ولكن ربّما احتبس وخرج في العاشر وقد يرى أيضاً بعض الناس رأياً آخر فيقولون إنّه ربّما خرج من بعد عشرة أشهر ولكنّهم عيروا عند هذا القول الذي أريد أن أقول.

إنّ بعض الناس إنّما يرون رأياً آخر ويقولون إنّه ربّما مكث الجنين في الرحم أحد عشر شهراً وقد كذب رأيهم وأخطأ لأنّه ليس يمكث الجنين في الرحم أحد عشر شهراً.

ولكن إنّما يظنّون ذلك لأنّه ربّما نزلت الريح من البطن إلى الرحم في وقت الجماع وتنفخها وإذا نزلت تلك الريح ظنّت المرأة أنّها حبلى وأصابها مغص وربّما منعت الطمث من النزول فيترذّد ذلك الدم ويؤذي الرحم أيّاماً كثيرة وربّما أيضاً كان مع الريح حرارة فتظنّ المرأة أنّها حبلى لأنّ رحمها تكون ساكنة ولا ينزل طمثها وربّما نزل الطمث وانفجر من قبل نفسه أو من قبل شيء ينزل من الجسد إلى الرحم والأوّل يخرج بالطمث ويكون ذلك من رداءة الجماع وتظنّ المرأة أنّها حبلى.

إنّ الذين ليس لهم حذق بهذه الأفعال يحسبون أنّ وقت الحبل الأوان الذي ينقطع فيه الطمث عن الرحم.

إذا لم يكتفي الجنين بالقوت والتربية من الرحم من بعد عشرة أشهر وربا الجنين جذب إليه من الدم الحلو ومن اللبن أيضاً قليلاً.

إنّ الغذاء الذي يأتي الرحم للجنين إنّما يأتيه من الرحم ومنه تكون تربيته وليس يكتفي بذلك في مثل هذا الوقت لأنّه قد كان كمل حتّى يجذب من اللبن أيضاً قليلاً.

فأمّا الثديان فإنّهما من حجب تمكن وتقدر على الإمساك.

فإذا كان هذا الغذاء قليلاً وقوي الجنين طلب من الغذاء أكثر ممّا كان يأتيه وارتكض وطلب اللبن فشقّ الحجب وفتح الرحم وأمّا البكر من الأولاد فإنّه يتوجّه بهذه الصفة لأنّ الغذاء ينقص فلا يكتفي به فيخرج قبل وفاء عشرة أشهر.

الأطفال إذا كلموا احتاجوا من الغذاء إلى فضل قليل ممّا كانوا يحتاجون إليه فإذا كان ذلك لم يجذبوا الدم فقط بل قد يجذبون اللبن أيضاً فإذا ارتكض للجذب هاج من ذلك وجع لامتداد الجنين ويحتمل الوجع بشبه ذلك أيضاً ويرتكض بقوّة وقلّة الاعتدال.

إنّ من النساء من لها من الطمث ما يكتفي به في التنقية ومنهنّ من لا تنقّى كذلك وكثير منهنّ ربّما صرن بلا لبن.

فأمّا النساء القليلات الطمث فإنّ أجسادهنّ تكون يابسة منقبضة وإنّ اللواتي يكنّ قليلات الطمث يبقين بلا لبن.

وأمّا كثرة المادّة واندفاق اللبن في الثديين فإنّ ذلك كما ذكرنا فوق. إنّ من كان من النساء يابسة قليلة المادّة فإنّهنّ يكنّ منقبضات المجاري يابسة اضطراراً.

وهذه الصفة تدلّ على نقصان الغذاء وخروج الجنين إلى خارج أو يكون ذلك من عرض يضطرّه إلى ذلك.

وقد نرى مثل ذلك في نوع الطيران. الأومّ إذا حضنت على البيضة سخنت وإذا وصلت السخونة إلى الذي في البيضة اقتنى روحه فاجتذبت البيضة من الهواء شيئاً بارداً لأنّها متّسعة المسامّ كان ذلك كجذب الاستنشاق فأولجته جوفها. يربى بذلك الطير الذي في البيضة ويركّب بالمفاصل وعلى هذه الحال أيضاً يركّب الجنين كما ذكرنا أوّلاً فأمّا الطير فيكون من الصفرة التي في البيضة وأمّا الغذاء والتربية فمن بياضها وقد ذكرنا ذلك آنفاً ووضح لمن يتفرّس في الأشياء برأي أصيل.

فإذا باد الغذاء من البيضة ولم يكن فيها ما يحيا به الفرخ تحرّك بقوّة من جوف البيضة لطلب غذاء يكفيه فينشقّ لذلك الحجب فإذا أحسّت أمّ الفرخ بشدّة حركته كسرت البيضة وهذا كلّه يكون في عشرين يوماً وقد أوضح أنّه على ما ذكرنا لأنّا قد نرى على قشر البيضة التي كان فيها الفرخ من بعد خروجه رطوبة يسيرة وكذلك الجنين أيضاً إذا ربا ثمّ لم تقدر أمّه على أن تغذوه بقدر ما يكفيه فإذا احتاج من الغذاء إلى أكثر ممّا يأتيه وثب وارتكض وشقّق الحجب فصار إلى خارج وهذه الأشياء تكون في عشرة أشهر وكذلك الحيوان لها وقت تلد فيه لا في غيره لأنّه لا محالة أن يكون لكلّ نوع من الحيوان وقت ينقص فيه غذاء الجنين فإذا نقص الغذاء ارتكض الجنين للخروج وما نقص غذاؤه من الأجنّة أسرع الحركة إلى الخروج وما كثر غذاؤه أبطأ ولاده.

وهذا وصف الأشياء التي قلنا من قبل الآن على الحيوان التي لا تنطق.

فإن كانت حركة الجنين قويّة إذا شقّت الحجب ومال رأسه إلى أسفل فإنّ الولاد يكون يسيراً هيناً وإن نزل على جانبه أو مالت رجلاه إلى أسفل بدل رأسه فإنّه يدعو إلى الموت وإنّما يقبل الجنين بهذه الصفة من سعة رحم أمّه ومن قلّة سكونها في أوان المخاض وإن كان الجنين بكراً ونزل بهذه الصفة فإنّ ولادها يكون عسراً جدّاً وكثيراً من الأجنّة أيضاً يخرج كبيراً ولذلك صار النساء يحسسن بشدّة وجع في مثل هذا الولاد وبخاصّة في ظهورهنّ وأوراكهنّ.

فأمّا اللواتي اعتدن الولاد مراراً فإنّهنّ لا يحسسن بالوجع كما يحسّ به الأبكار لأنّ اللواتي ولدن لن يحسسن بالوجع جدّاً فإن أتى الجنين من الرحم على رأسه فواضح أنّ الرأس يخرج أوّلاً فمن بعد ذلك تخرج الأعضاء المؤلّفة معه ثمّ يخرج من بعد ذلك السرّة التي هي معلّقة بالمشيمة ثمّ ينفرغ من بعد ذلك من الرحم ماء دميّ من رأس الجنين ومن سائر أعضائه وذلك من شدّة الوجع والاضطراب والحرارة التي تكون في الرحم وقد ينفرغ أيضاً مع هذا شيء من الطمث ومن بعد خروج المشيمة يخرج الطمث كما قلنا فوق وينفجر الثديان وجميع الأعضاء الرطبة ولا يكثر الانفجار من الأعضاء الرطبة في أولاد الأبكار وكلّما طال بها الزمان ازداد الانفجار الذي ينفجر من العروق ومن استنقاء الرحم.