Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

17. Ἡ δὲ σὰρξ αὐξομένη ὑπὸ τοῦ πνεύματος ἀρθροῦται, καὶ ἔρχεται ἐν αὐτέῃ ἕκαστον τὸ ὅμοιον ὡς τὸ ὅμοιον, τὸ πυκνὸν ὡς τὸ πυκνὸν, τὸ ἀραιὸν ὡς τὸ ἀραιὸν, τὸ ὑγρὸν ὡς τὸ ὑγρόν· καὶ ἕκαστον ἔρχεται ἐς χώρην ἰδίην κατὰ τὸ ξυγγενὲς, ἀφ’ οὗ καὶ ἐγένετο, καὶ ὅσ’ ἀπὸ πυκνῶν ἐγένετο πυκνά ἐστι, καὶ ὅσα ἀπὸ ὑγρῶν ὑγρά· καὶ τἄλλα κατὰ τὸν αὐτὸν λόγον γίνεται ἐν τῇ αὐξήσει. Καὶ τὰ ὀστέα σκληρύνεται ὑπὸ τῆς θέρμης πηγνύμενα· καὶ δὴ καὶ διοζοῦται ὡς δένδρον· καὶ ἀρθροῦται ἄμεινον καὶ τὰ εἴσω τοῦ σώματος καὶ τὰ ἔξω· καὶ ἥ τε κεφαλὴ γίνεται ἀφεστηκυῖα ἀπὸ τῶν ὤμων, καὶ οἱ βραχίονες καὶ οἱ πήχεες ἀπὸ τῶν πλευρέων· καὶ τὰ σκέλεα διίσταται, ἀπ’ ἀλλήλων· καὶ τὰ νεῦρα ἐπαΐσσεται ἀμφὶ τὰς φύσιας τῶν ἄρθρων καὶ αὐτοστομοῦται· καὶ ἡ ῥὶς καὶ τὰ οὔατα ἀφίσταται ἐν τῇσι σαρξὶ καὶ τετρήνεται· καὶ οἱ ὀφθαλμοὶ ἐμπίπλανται ὑγροῦ καθαροῦ· καὶ τὸ αἰδοῖον δῆλον γίνεται ὁκότερόν ἐστι· καὶ τὰ σπλάγχνα διαρθροῦται· καὶ δὴ καὶ τοῖσιν ἄνω τὴν πνόην ποιέεται τῷ τε στόματι καὶ τῇ ῥινὶ, καὶ ἥ τε κοιλίη φυσῆται, καὶ τὰ ἔντερα καταφυσώμενα κατὰ τὸ ἄνωθεν ἐπιλαμβάνει τὴν διὰ τοῦ ὀμφαλοῦ πνοὴν καὶ ἀμαλδύνει, καὶ ἐς τὸν κύσσαρον ὁδὸς γίνεται ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων ἔξω καὶ ἐς τὴν κύστιν ὁδὸς ἔξω. Τουτέων δὲ διαρθροῦται ὑπὸ τῆς πνοῆς ἕκαστα· φυσώμενα γὰρ διίσταται ξύμπαντα κατὰ συγγένειαν. Καὶ γὰρ εἰ θέλοις αὐλίσκον προσδῆσαι πρὸς κύστιν, καὶ διὰ τοῦ αὐλίσκου ἐμβαλεῖν ἐς τὴν κύστιν γῆν τε καὶ ψάμμον καὶ μολίβδου κνήσματα λεπτὰ, καὶ ὕδωρ ἐπιχέας φυσῇν διὰ τοῦ αὐλίσκου, πρῶτον μὲν ἐκεῖνα ἀναμεμίξεται τῷ ὕδατι, ἔπειτα δὲ χρόνῳ φυσώμενα ἐλεύσεται ὅ τε μόλιβδος ὡς τὸν μόλιβδον καὶ ἡ ψάμμος ὡς τὴν ψάμμον καὶ ἡ γῆ ὡς τὴν γῆν· καὶ ἤν τις αὐτὰ αὐανθῆναι ἐάσῃ καὶ περιῤῥήξας τὴν κύστιν σκέψηται, εὑρήσει αὐτέων τὸ ὅμοιον ἐς, τὸ ὅμοιον ἐληλυθός· οὕτω δὴ καὶ ἡ γονὴ καὶ ἡ σὰρξ διαρθροῦται, καὶ ἔρχεται ἕκαστον ἐν αὐτῇ τὸ ὅμοιον ὡς τὸ ὅμοιον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.

أمّا اللحم فإنّه يربو ويزداد مع الروح ويخلق فيه مفاصل ويكون كلّ شيء في الجنين شبيهاً بما يخرج منه فما خرج من الأعضاء المنقبضة يكون منقبضاً وما خرج من الواسعة يكون واسعاً وما خرج من الرطبة يكون رطباً وتقرب الأعضاء كلّها إلى موضعها ويلحق كلّ شيء منها بجنسه ومكانه ويكون مثل الذي خرج منه.

إنّ العظام تصلب من الحرارة لأنّ الحرارة تصلب العظام ويربط بعضها ببعض مثل الشجر التي يربط بعضها ببعض ويكون لها مفاصل بالحركات.

إنّ العصب جعل داخلاً وخارجاً وجعل الرأس بين العاتقين والعضدين والساعدين في الجانبين وفرج ما بين الرجلين أيضاً وجعل في كلّ مفصل من المفاصل عصب يوثقه ويشدّه نعماً وجعل الفم لينفتح من قبل نفسه وركّب الأنف والأذنان من اللحم وثقباً ثمّ تتثقّب العينان بعد هذه وتمتلئان رطوبة صافية ويعرف موضع الذكر ثمّ تتّسع الأمعاء بعد ويصير لها تجويف وترتبط بالمفاصل ويرتفع النفس إلى الفم والأنف ويدخل الاستنشاء في الفم والأنف وينفخ البطن والأمعاء ويخرج النفس إلى فوق ويخرج من الفم بدل السرّة.

فإذا تمّت هذه الخصال حضر الولاد.

وتنزل فضول ما يغتذي من معدته وأمعائه إلى المثانة ويكون أيضاً له طريق من المعدة والأمعاء إلى المثانة ومن المثانة إلى خارج.

وإنّما تنتفخ هذه كلّها ويتّسع تجويفها بالاستنشاء وبه ينفصل بعضها من بعض على قدر أشكالها.

إنّه إذا اتّسع البطن واستبان تجويف الأمعاء صار فيها طريق إلى المثانة والذكر اضطراراً.

إنّك إن ربطت أنبوبة قصب بمثانة وجعلت في الأنبوبة تراباً وسهلة وبرادة أسرب وقشور أسرب صغار ثمّ صببت عليها ماء ونفخت في الأنبوبة رأيت كيف تدخل هذه الأنواع كلّها في المثانة فتختلط أوّلاً بالماء الذي في المثانة فإذا شددت النفخ طويلاً رأيت كيف يجتمع الأسرب إلى الأسرب والسهلة إلى السهلة والتراب إلى التراب وإذا كففت النفخ فحللت المثانة ونظرت فيها وجدت كلّ شيء منها قد اجتمع إلى ما يشبهه أعني الابار إلى الابار والتراب إلى التراب والسهلة إلى السهلة.

كذلك المنى أيضاً إذا تركّب يجتمع كلّ شيء منه إلى صاحبه العظام إلى العظام والعصب إلى العصب وكذلك جميع الأعضاء