Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

13. Καὶ μὴν ἓξ ἡμέρας μείνασαν ἐν τῇ γαστρὶ γονὴν καὶ ἔξω πεσοῦσαν αὐτὸς εἶδον· καὶ ὁκοίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ τότε, ἀπ’ ἐκείνων τὰ λοιπὰ τεκμήρια ποιεῦμαι· ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην ἐοῦσαν ἐγὼ διηγήσομαι. Γυναικὸς οἰκείης. μουσοεργὸς ἦν πολύτιμος, παρ’ ἄνδρας φοιτέουσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ, ὅκως μὴ ἀτιμοτέρη ἔῃ· ἠκηκόει δὲ ἡ μουσοεργὸς, ὁκοῖα αἱ γυναῖκες λέγουσι πρὸς ἀλλήλας· ἐπὴν γυνὴ μέλλῃ λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἔνδον μένει· ταῦτα ἀκούσασα ξυνῆκε καὶ ἐφύλασσεν αἰεὶ, καί κως ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, καὶ ἔφρασε τῇ δεσποίνῃ, καὶ ὁ λόγος ἦλθεν ἕως ἐμέ· καὶ ἐγὼ ἀκούσας ἐκελευσάμην αὐτὴν πρὸς πυγὴν πηδῆσαι, καὶ ἑπτάκις ἤδη ἐπεπήδητο, καὶ ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κἀκείνη δὲ ἰδοῦσα ἐθεῆτο καὶ ἐθαύμασεν. Ὁκοῖον δὲ ἦν ἐγὼ ἐρέω, οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διαφαίνοιτο· ὁ τρόπος μέν τις ἦν τοιοῦτος ἅλις εἰπεῖν· ἦν δὲ καὶ ἐρυθρὸν καὶ στρογγύλον· ἐν δὲ τῷ ὑμένι ἐφαίνοντο ἐνεοῦσαι ἶνες λευκαὶ καὶ παχεῖαι, εἰλημμέναι· ξὺν ἰχῶρι παχέϊ καὶ ἐρυθρῷ, καὶ ἀμφὶ τὸν ὑμένα ἔξωθεν αἱμάλωπες· κατὰ δὲ τὸ μέσον τοῦ ὑμένος ἀπεῖχε λεπτὸν ὅ τί μοι ἐδόκεεν εἶναι ὀμφαλὸς, κἀκείνῳ τὴν πνοὴν καὶ εἴσω καὶ ἔξω ποιέεσθαι τὸ πρῶτον· καὶ ὁ ὑμὴν ἐξ ἐκείνου ἐτέτατο ἅπας περιέχων τὴν γονήν. Τοιαύτην μὲν ἐγὼ εἶδον ἑκταίην οὖσαν τὴν γονήν. Ἐρέω δὲ καὶ ἄλλην διάγνωσιν ὀλίγον ἐπὶ τούτῳ ὕστερον, ἐμφανέα παντὶ τῷ βουλομένῳ εἰδέναι τούτου πέρι, καὶ ἱστόριον παντὶ τῷ ἐμῷ λόγῳ, ὅτι ἐστὶν ἀληθὴς, ὡς εἰπεῖν ἄνθρωπον περὶ τοιούτου πράγματος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.