Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

19. Ὁκόταν δὲ διαρθρωθῇ τὸ παιδίον, τὰ εἴδεα τῶν μελέων, αὐξομένου αὐτοῦ, τά τε ὀστέα ἐπισκληρότερα γίνεται, καὶ κοιλαίνεται· καὶ ταῦτα ὑπὸ τοῦ πνεύματος γίνεται· κοῖλα δὲ ἐόντα ἕλκει ἐς ἑωυτὰ ἀπὸ τῶν σαρκῶν τοῦ αἱμάλωπος τὸ πιότατον. Καὶ χρόνῳ διοζοῦται αὖθις τὰ ἄκρα τῶν ὀστέων, ὥσπερ δενδρέου τὰ ἀκρότατα ὕστατα ὀζοῦται· οὕτω καὶ τοῦ παιδίου διίστανται ἀπ’ ἀλλήλων οἱ δάκτυλοι τῶν χειρῶν καὶ τῶν ποδῷν. Καὶ ἐπὶ δ’ αὖ τῶν ἄκρων οἱ ὄνυχες φύονται· τελευτῶσι γὰρ αἱ φλέβες αἱ τοῦ ἀνθρώπου πᾶσαι ἐς τοὺς δακτύλους τῶν ποδῶν καὶ τῶν χειρῶν, καὶ παχύταται μέν εἰσιν αἱ ἐν τῷ σώματι φλέβες, αἱ ἐν τῇ κεφαλῇ, ἔπειτα δὲ ἐν τοῖσι σκέλεσι καὶ τοῖσι βραχίοσι καὶ τοῖσι πήχεσιν, ἐν δὲ τοῖσι ποσὶ καὶ τῇσι χερσὶ λεπτόταται καὶ πυκνόταται καὶ πλεῖσται φλέβες εἰσὶ καὶ νεῦρα λεπτότατα καὶ πυκνότατα καὶ πλεῖστα, καὶ ὀστέα ἐλάχιστα τῷ μεγέθει· τῶν δὲ χειρῶν καὶ τῶν ποδῶν ἐν τοῖσι δακτύλοισι ταῦτα μάλιστά ἐστιν. Ἐκ δὲ τῶν δακτύλων ἅτε πυκνὰ ἐχόντων ὀστέα σμικρὰ καὶ φλέβας καὶ νεῦρα οὕτως, οἱ ὄνυχες φύονται ἐξ αὐτῶν λεπτοὶ καὶ πυκνοί· καὶ ἀπολαμβάνουσι τῶν φλεβῶν τὰ ἄκρα, ὥστε μηκέτι αὔξεσθαι αὐτὰς μηδὲ προέχειν ἑτέρην ἑτέρης· ὥστε μὴ θαυμάζειν ὅτι οἱ ὄνυχες ἐξωτάτω τοῦ σώματος πυκνότατοί εἰσιν, ἐκ γὰρ τῶν πυκνοτάτων εἰσίν.