Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

22. Ἔχει δὲ καὶ τόδε ὧδε· ἡ τροφὴ καὶ ἡ αὔξησις τῶν παιδίων γίνεται, ὅκως ἂν τῇσι μήτρῃσιν ἴῃ τὰ ἀπὸ τῆς μητρός· καὶ ὅκως ἂν ἡ μήτηρ ἔχῃ ὑγιείης ἢ ἀσθενείης, ὧδε καὶ τὸ παιδίον ἔχει. Ὥσπερ καὶ τὰ ἐν τῇ γῇ φυόμενα τρέφεται ἀπὸ τῆς γῆς, καὶ ὅκως ἂν ἡ γῆ ἔχῃ, οὕτω καὶ τὰ φυόμενα ἔχει ἐν τῇ γῇ· τό τε γὰρ σπέρμα ὁκόταν καταβληθῇ ἐς τὴν γῆν, ἰκμάδος πίμπλαται ἀπ’ αὐτῆς· ἔχει γὰρ ἐν αὑτῇ ἡ γῆ ἰκμάδα παντοίην, ὥστε τρέφειν τὰ φυόμενα· ἰκμάδος δὲ πλησθὲν τὸ σπέρμα φυσᾶται καὶ οἰδέει· καὶ ἀναγκάζεται ὑπὸ τῆς ἰκμάδος συστρέφεσθαι ἡ δύναμις, ἥ ἐστι κουφοτάτη ἐν τῷ σπέρματι. Συστραφεῖσα δὲ ἡ δύναμις ὑπὸ τοῦ πνεύματος καὶ τῆς ἰκμάδος, φύλλα γενομένη ῥήγνυσι τὸ σπέρμα· καὶ ἀνατέλλει ἐξω πρῶτον τὰ φύλλα. Ἀνατείλαντα δὲ ὁκόταν μηκέτι δύνηται τρέφεσθαι τὰ φύλλα ὑπὸ τῆς ἰκμάδος τῆς ἐν τῷ σκέρματι ἐνεούσης, ῥήγνυται ἐς τὸ κάτω τό τε σπέρμα καὶ τὰ φύλλα, καὶ βιώμενον ὑπὸ τῶν φύλλων μεθίησι τῆς δυνάμιος ἐς τὸ κάτω, ἣ ἐν αὐτῷ ὑπολείπεται διὰ τὴν βαρύτητα· καὶ γίνονται αἱ ῥίζαι ἐκ τῶν φύλλων διατεταμέναι. Ὁκόταν δὲ κάτω βεβαίως ῥιζωθῇ τὸ φυὲν, καὶ τὴν τροφὴν ἀπὸ τῆς γῆς ποιέηται, τότε ἤδη ἠφάνισται πᾶν καὶ ἀνήλωται ἐς τὸ φυὲν, πλὴν τοῦ λεπυρίου, ὅτι στερεώτατόν ἐστιν, αὖθις δὲ τὸ λεπύριον σαπὲν ἐν τῇ γῇ ἄδηλον γίνεται· χρόνῳ δὴ καὶ ὀζοῦταί τινα τῶν φύλλων. Ἐκ σπέρματος γοῦν ἅτε ἀφ’ ὑγροῦ γενόμενον, ἕως μὲν ἁπαλὸν ἔῃ καὶ ὑδαρὲς, ἐς αὔξησιν ὡρμημένον καὶ ἐς τὸ κάτω καὶ ἐς τὸ ἄνω, οὐ δύναται τὸν καρπὸν ἐκβάλλειν· οὐ γάρ ἐστιν αὐτῷ δύναμις ἰσχυρὴ καὶ πιαρὰ, ἐξ ἧς τὸ σπέρμα συστραφήσεται. Ὁκόταν δὲ στερεωθῇ μᾶλλον καὶ ῥιζωθῇ τὸ ἐκπεφυκὸς ὑπὸ χρόνου, τότε ἤδη καὶ φλέβας ἴσχει εὐρείας καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω· καὶ τότε δὴ ἐκ τῆς γῆς ἕλκεται οὐκ ἔτι ὑδαρὲς, ἀλλὰ παχύτερον καὶ πιότερον καὶ πλεῖον· τὸ δὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου ἐκζέει ἐς τὰ ἄκρα, καὶ γίνεται καρπὸς κατὰ τὸ ξυγγενὲς ἐξ ὁκοίου καὶ ἐγένετο. Καὶ πολὺς ἐξ ὀλίγου διὰ τόδε γίνεται, ὅτι ἕλκει ἕκαστον τῶν φυομένων ἐκ τῆς γῆς δύναμιν πλείονα ἢ ἐξ οὗ ἐγένετο, καὶ ἐκζέει οὐ κατὰ ἓν, ἀλλὰ κατὰ πολλά· ὁκόταν δὲ ὁ καρπὸς ἐκζέσῃ, τρέφεται ὑπὸ τοῦ φυομένου· ἕλκον γὰρ τὸ φυόμενον ἀπὸ τῆς γῆς τῷ καρπῷ ἐκδίδωσιν· ὁ δὲ ἥλιος πέσσει καὶ στερεοῖ τὸν καρπὸν, τὸ ὑδαρέστερον πρὸς ἑωυτὸν ἕλκων ἀπ’ αὐτοῦ. Καὶ ταῦτα μὲν εἴρηταί μοι περὶ τῶν ἐκ σπέρματος φυομένων ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος.