Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

24. Ὅταν δὲ αὔξηται τὸ φυτὸν, ὀζοῦται ὑπ’ ἀνάγκης τοιῆσδε, ἣν ἐρέω· ὁκόταν ἰκμάδος αὐτῷ πλεῖον προσγένηται ἐκ τῆς γῆς ἑλκαμένης, ὑπὸ τοῦ πλήθεος ῥήγνυσιν ᾗ ἂν πλείστη ἔῃ, καὶ ταύτῃ ὀζοῦται τὸ φυτόν. Αὔξεται δὲ καὶ ἐς τὸ εὖρος καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω διὰ τόδε, ὅτι τὸ κάτω τῆς γῆς τοῦ· μὲν χειμῶνος θερμόν ἐστι, τοῦ δὲ θέρεος ψυχρόν. Τοῦτο δὲ διὰ τόδε ἐστὶν, ὅτι ἡ γῆ ἰκμαλέη ἐστὶν ἐν χειμῶνι ὑπὸ τοῦ ὕδατος τοῦ ἐκ τοῦ οὐρανοῦ πίπτοντος καὶ πιεζεῖται ἐφ’ ἑωυτῇ, ἅτε βαρυτέρης ἐούσης τῆς ἰκμάδος· πυκνοτέρη δέ ἐστιν ὑπὸ τουτέου καὶ οὐκ ἔχει διαπνοὴν οὐδεμίην· οὖ γὰρ ἔτι ἔνεστι μέγα τὸ ἀραιὸν, καὶ διὰ τοῦτο τὸ κάτω τῆς γῆς τοῦ χειμῶνος θερμόν ἐστι. Καὶ γὰρ ἡ κόπρος ἡ νεναγμένη μὲν εὐθερμοτέρη ἐστὶν ἢ ἡ ἀραιὴ ἐοῦσα, καὶ ἄλλως τὰ μὲν ἰκμαλέα καὶ πεπιεσμένα ὑπὸ σφῶν αὐτῶν ἐκθερμαίνεται καὶ ἐν τάχει κάρτα ὑπὸ τῆς θερμασίης συγκαιόμενα σήπεται· οὐ γὰρ δίεισι τὸ πνεῦμα δι’ αὐτῶν, ἅτε πυκνῶν ἐόντων· ἢν δὲ ξηρὰ ἔῃ καὶ ἀραιῶς κείμενα, πολλῷ ἥσσω θερμαίνεται καὶ σήπεται. Οὕτω δὴ καὶ πυροὶ καὶ κριθαὶ νοτερὰ ἐόντα καὶ βεβυσμένα εὐθερμότερά ἐστιν ἢ εἰ ξηρὰ εἴη καὶ μανῶς κείμενα· καὶ ἱμάτια συνδεδεμένα καὶ κατεσφηνωμένα ἰσχυρῶς δορὶ κατακαίεται ὑπὸ σφέων αὐτῶν, ὡς ἐγὼ ἤδη εἶδον, ὥσπερ ὑπὸ πυρὸς ἐκκαέντα· καὶ τἄλλα εἴ τις θέλοι ἐνθυμηθῆναι, πάντα ὅσα πεπίεσται ὑπὸ σφῶν αὐτῶν, θερμότερα εὑρήσει ἢ τὰ ἀραιῶς κείμενα· οὐ γὰρ ἔχει ἀναπνέειν ψυχρὸν ὑπὸ τῶν ἀνέμων. Οὕτω δὲ καὶ τῆς γῆς τὸ κάτω πλείης ἐούσης καὶ αὐτῆς ὑφ’ ἑωυτῆς πεπιεσμένης, ἄτε βαρείης καὶ πυκνῆς ἐούσης ὑπὸ τῆς ἰκμάδος, θερμαίνεται ἐν χειμῶνι· οὐ γάρ ἐστιν αὐτῇ διάπνοος οὐδεὶς τοῦ θερμοῦ· ἀλλ’ ὁκόταν πέσῃ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ ἐς αὐτὴν, ὅταν ἀποπνέῃ ἐν τῇ γῇ ἀπ’ αὐτοῦ, οὐ δίεισι πρόσω, ἅτε πυκνῆς ἐούσης τῆς γῆς· ἀλλ’ ἡ πνοὴ ὀπίσω ἐς τὸ ὕδωρ ἔρχεται. Καὶ διὰ τοῦτο αἱ πηγαὶ θερμότεραί εἰσι τοῦ χειμῶνος καὶ μέζους ἢ τοῦ θέρεος· ὅτι, ἀποπνέοντος τοῦ πνεύματος, ὀπίσω ἔρχεται ἐς τὸ ὕδωρ, ἅτε τῆς γῆς πυκνοτέρης ἐούσης καὶ οὐ διιείσης δι’ αὑτῆς τὸ πνεῦμα. Καὶ τὸ ὕδωρ πολὺ ἐὸν, ᾗ ἂν τύχῃ, ῥήγνυσι χωρέον, καὶ ὁδόν οἱ αὐτῷ ποιέεται εὐρυτέρην ἢ εἰ ὀλίγον εἴη· τὸ γὰρ ὕδωρ ἐν τῇ γῇ οὐχ ἕστηκεν, ἀλλ’ ἀεὶ χωρέει ἐς τὸ κάταντες· εἰ δὲ διιείη τοῦ χειμῶνος ἀπὸ τοῦ ὕδατος τὸ πνεῦμα ἡ γῆ δι’ ἑωυτῆς, ἔλασσον τὸ ὕδωρ ἂν ἐχώρεεν ἐξ αὐτῆς, καὶ αἱ πηγαὶ οὐκ ἂν ᾖσαν τοῦ χειμῶνος μεγάλαι. Πάντα ταῦτα εἴρηταί μαι ὅτι τῆς γῆς τὸ κάτω θερμότερον φαίνεται ἐὸν τοῦ χειμῶνος ἢ τοῦ θέρεος.