Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Officina Medici (In the Surgery)

15. Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν, Φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον· ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.