ΚΑΤ᾿ ΙΗΤΡΕΙΟΝ.
1. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν
ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. Ἃ καὶ ἰδεῖν,
καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄφει, καὶ τῇ ἁφῇ, καὶ
τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι·
ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.