16. Διάτασις μάλιστα, τὰ μέγιστα καὶ πάχιστα, καὶ ὅκου ἀμφότερα· δεύτερα, ὧν τὸ ὑποτεταγμένον· ἥκιστα, ὧν τὸ ἄνω· μᾶλλον δὲ τοῦ μετρίου, βλάβη, πλὴν παιδίων· ἔχειν ἀνάντη σμικρόν. Διορθώσιος παράδειγμα, τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.