Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Τὰς δὲ ἐπὶ τοῖς παρὰ φύσιν αἰτίοις τροπὰς ἐφεξῆς λέγωμεν, ὑπομνήσαντες πρότερον ὅσα τῇ τοῦ λόγου κοινωνίᾳ συνεγράφη τῶν παρὰ φύσιν. καταστάσεις οὖν ἀέρος καὶ πλῆθος σιτίων, ὥστε βαρῦναι τὴν δύναμιν καὶ γυμνασίων καὶ λουτρῶν καὶ ὕπνων ἀμετρίαι παρὰ φύσιν, αἱ γὰρ κατὰ ποσὸν ὑπερβολαὶ τῶν κατὰ φύσιν καὶ τῶν οὐ φύσει λεγομένων αἰτίων εἰς τὸ παρὰ φύσιν μεθίστανται. τῶν δὲ οὐ μόνον τῷ ποσῷ παρὰ φύσιν, ἀλλὰ καὶ τῷ γένει, τὸ μὲν πλῆθος ἄπειρον, καὶ διὰ τοῦτο ἀπερίληπτον. ἡ δὲ τέχνη κᾀν τούτοις συνίσταται καθ’ ὅσον ἐνδέχεται γένεσί τε καὶ εἴδεσιν ὡρισμένοις μετροῦσα τὸ ἄπειρον. ἕκαστον γὰρ τῶν παρὰ φύσιν αἰτίων οὐκ ἄν τις ἄπο τρόπου φαίη τὸ μὲν οἷον λύειν τε καὶ σκεδαννύειν τὴν ζωτικὴν δύναμιν, τὸ δὲ οἷον θλίβειν τε καὶ βαρύνειν. λύεται μὲν οὖν ἡ δύναμις τροφῆς ἀπορίᾳ, καὶ νοσημάτων κακοηθείᾳ, καὶ ψυχικῶν παθῶν ἰσχύϊ, καὶ ἀλγημάτων σφοδρότησιν, ἢ μήκεσι, καὶ κενώσεσιν ἀμέτροις. βαρύνεται δὲ ὑπό τε πλήθους ὕλης καὶ ὑπὸ τῶν ἐν τοῖς ὀργάνοις παθῶν, οἷον φλεγμονῶν καὶ σκίῤῥων καὶ ὄγκων καὶ ἀποστάσεων καὶ φθορῶν πολυειδῶν. ἡ μὲν οὖν λυομένη δύναμις μικρὸν καὶ ἀμυδρὸν καὶ πυκνὸν ἄγαν ἐργάζεται τὸν σφυγμὸν, ἡ δὲ θλιβομένη τε καὶ οἷον βαρυνομένη εἰς ἀνωμαλίαν τε καὶ ἀταξίαν τρέπει τοὺς σφυγμοὺς τήν τε ἄλλην ἅπασαν καὶ τὴν κατὰ σφοδρότητα καὶ μέγεθος. αὗται γὰρ ἴδιαι μάλιστα θλιβομένης δυνάμεως ἀνωμαλίαι, καὶ τῆς μὲν μεγάλως βαρυνομένης ἐπὶ πλείοσι διαφοραῖς, τῆς δ’ ἐπ’ ὀλίγον ἐν ὀλίγαις, καὶ πλείονες μὲν οἱ μεγάλοι σφυγμοὶ τῶν σμικρῶν καὶ οἱ σφοδροὶ τῶν ἀμυδρῶν ἐπὶ μικρᾷ τῇ βλάβῃ. τὸ δ’ ἐναντίον ἐν τῇ μεγάλῃ. καὶ ἀπόλλυνται δέ τινες ὅλαι κινήσεις, καὶ παρεμπίπτουσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀλλ’ αἱ μὲν παρεμπίπτουσαι μικροτέραν τὴν βλάβην, αἱ δὲ ἀπολλύμεναι μείζονα δηλοῦσιν. αὗται μὲν αἱ κοιναὶ τροπαὶ πάσης λύσεώς τε καὶ θλίψεως· τὸ δὲ ἴδιον ἑκάστῃ προσλαμβάνει παρὰ τὴν ποιήσασαν αἰτίαν. τῆς μὲν οὖν ὑπ’ ἐνδείας λυομένης δυνάμεως ἡ τροπὴ τῶν σφυγμῶν, κατ’ ἀρχὰς μὲν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχος καὶ πυκνότητα γίγνεται, μεσούσης δὲ εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ βραδύτητα καὶ ἀραιότητα, τελευτώσης δὲ εἰς ἐσχάτην μικρότητα καὶ ἀμυδρότητα καὶ πυκνότητα καὶ τάχους ψευδῆ φαντασίαν. οὗτός ἐστιν ὁ μυρμηκίζων καλούμενος. ὁ δὲ σκωληκίζων σφυγμὸς γίνεται μὲν καὶ αὐτὸς λυομένης ἤδη τῆς δυνάμεως, ἀλλ’ ἐπ’ ὀλίγον ἀντεχούσης ἔτι. καὶ διαφέρει τοῦ μυρμηκίζοντος τῷ μηκέθ’ ὁμοίως εἰς ἐσχάτην ἀμυδρότητα καὶ μικρότητα συνεστάλθαι, καὶ φανερὸν ἔχειν τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν, τὴν περὶ τὸ πρωϊαίτερον, ἢ ὀψιαίτερον τῶν μερῶν ἀρχομένων κινεῖσθαι γιγνομένην. ὅθεν ἧττον βραδὺς, ἢ μικρός ἐστι. ἔσθ’ ὅτε δὲ οὐδ’ ὅλως βραδύς. διόπερ καὶ ἥκιστα μοχθηρός ἐστι. αἱ μὲν οὖν ὑπὸ τῶν ὀλεθρίων καὶ ὀξέων πυρετῶν γιγνόμεναι συγκοπαὶ τὸν σκωληκίζοντα σφυγμὸν οὐκ ἴσχουσι, ταῖς δὲ  ἄλλαις λύσεσι τῆς δυνάμεως ὡς ἐπὶ τὸ πολὺ μὲν οἱ σκωληκίζοντες ἕπονται, καὶ τούτων μάλιστα ταῖς χωρὶς πυρετῶν γινομέναις, ἢ μετὰ μικρῶν πάνυ. ταῦτ’ ἄρα καρδιακαῖς μὲν συγκοπαῖς οἱ μυρμηκίζοντες, χολέραις δὲ καὶ ἰσχυροῖς ῥεύμασι κοιλίας, καὶ αἱμοῤῥαγίαις, καὶ γυναικείῳ ῥῷ, καὶ πᾶσι τοῖς ὀξέως κενωτικοῖς πάθεσιν ἐπιπλεῖστον μὲν οἱ σκωληκίζοντες, ἐν ἐσχάτοις δὲ οἱ μυρμηκίζοντες ἕπονται. ὅταν δὲ χωρὶς πυρετῶν ταῦτα συμπίπτῃ, τότε δὴ καὶ μᾶλλον εὑρήσεις τὸν σκωληκίζοντα σφυγμὸν, σαφῆ τε ἅμα καὶ μέχρι πλείστου παραμένοντα. τοιαῦται μὲν αἱ κοινόταται τῶν παρὰ φύσιν αἰτίων τροπαί.