Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Τῶν δὲ τῆς κινήσεως ἰδίων ἥ τε ταχύτης ἐστὶ καὶ ἡ βραδύτης, ἡ μὲν ἠπειγμένη τις οὖσα κίνησις, ἡ δὲ ἐκλελυμένη. κριτέον δὲ καὶ ταύτας τῷ κατὰ φύσιν παραβάλλοντας. ἐν δὲ τῷ ποιῷ τῆς προσβολῆς ἥ τε σφοδρότης καὶ ἀμυδρότης συνίστανται, βιαίως μὲν ὠθουμένης τῆς ἁφῆς ἡ σφοδρότης, ἀῤῥώστως δὲ ἡ ἀμυδρότης. μαλακότης δὲ καὶ σκληρότης αὐτοῦ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητές εἰσιν· ἡ μὲν μαλακότης, ὅταν οἷον σαρκωδεστέρα καὶ κατὰ τὴν προσβολὴν ἡ ἀρτηρία φαίνηται· ἡ δὲ σκληρότης, ὅταν οἷον ξηροτέρα τε καὶ βυρσωδεστέρα. συνδιαγινώσκεται μὲν οὖν εὐθὺς τῇ κινήσει τῆς ἀρτηρίας καὶ ἡ τοιαύτη τῶν σφυγμῶν διαφορά. οὐκ ἔστι δὲ αὐτῆς ἰδία, καθάπερ αἱ προειρημέναι τρεῖς. ἐκείνων γὰρ ἡ μὲν τοῦ τάχους καὶ τῆς βραδύτητος κατὰ τὸ ποιὸν ἦν τῆς κινήσεως, ἡ δὲ τῆς σφοδρότητος καὶ τῆς ἀμυδρότητος κατὰ τὸ τῆς πληγῆς ποιὸν, ἡ δὲ τοῦ μεγέθους καὶ τῆς μικρότητος κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἡ διαστολὴ δὲ οὐκ ἄνευ κινήσεως. τὸ δὲ μαλακὸν σῶμα καὶ σκληρὸν οὐ προσδεῖται κινήσεως εἰς τὸ τοιοῦτον εἶναι. τέσσαρας οὖν ταύτας τὰς διαφορὰς τῶν σφυγμῶν κατὰ τὴν πληγὴν εὑρήσεις.