Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Καὶ κατ’ εἶδος δὲ αὐτὰς ἑξῆς ἐροῦμεν.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Λύπης δὲ σμικρὸς καὶ βραδὺς καὶ ἀμυδρὸς καὶ ἀραιός.

Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου οἷος ὁ τῆς λύπης. ἅπασι δὲ τούτοις εἰς μακρὸν χρονίζουσιν, ἢ σφοδροῖς ἄγαν γενομένοις, οἷοι διαλυομένης δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ ὅσα ἐναντία.

Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμοὺς, τρέπει δὲ ἢ τὸ ἰσχυρὸν, ἢ τὸ ἐν μορίοις κυρίοις, ὥσπερ καὶ ἡ φλεγμονὴ, μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ἀμυδρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον ἢ σφοδρότερον γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνεται. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν, καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.

Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες ὁ σφυγμὸς οὗτος. καὶ ταχύς ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυκνότερος. ὁ δὲ αὐξανομένης ἔτι ταῦτά τε προσαυξάνει πάντα καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος. τῆς δὲ ἀκμαζούσης σαφέστερος μέν ἐστι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότερος γίνεται καὶ ταχύς. εἰ δ’ ἱκανῶς χρονίζοι, καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης προσγίνεται. ταῦτα ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γε ἐν τῷ φλεγμαίνοντι μορίῳ σφυγμὸς οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται. τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους. αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι· καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γινόμενος. δῆλος οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα, καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὴν γαστέρα, ἢ τὸ κῶλον, καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται. πλὴν ὅσα διὰ μὲν τῶν συμπτωμάτων φύσιν τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐταῖς καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται, καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς ἐν αὐτῇ τροπῆς γενομένης, τῆς δὲ κατὰ τὸν λόγον φλεγμονῆς, καὶ ἣν ἡ τοῦ τόπου φύσις, καὶ ἡ τοῦ παρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον. πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα. συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρός. ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ. ἀπεπτῆσαι δὲ τοῖς τὴν γαστέρα. ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμούς· τὰ δὲ ἀναισθητότερα κατὰ τὴν διάθεσιν μόνον. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν, καὶ ὡς χρὴ διορίζειν αὐτὰς, εἴρηται μὲν ἐν ἑτέραις τελείως, εἰρήσεται δὲ καὶ νῦν, εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμόν ἐστι.

Τῶν μὲν οὖν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ οὐ λίαν μέγας. δόξει δὲ εἶναι καὶ σφοδρός. ὁ δέ ἐστιν οὐκ ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει. τούτου γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τοῦ δεῖν ἐφ’ ἑκάστῳ τῶν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διορίζοντας τὸ διά τι ἄλλο, καὶ μὴ δι’ ἐκεῖνο συμβεβηκός. ὁ τοίνυν τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέραν ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρίνειν σκληρὰν πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας πολλὰς διαφορὰς σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τῶν ἰατρῶν τάχα ἂν μέμψονται τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ μὴ συνίασι τῶν ὀρθῶς λεγομένων καταγιγνώσκοντες. ἀλλ’  οὐ χρὴ μηκύνειν ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων γνωρίζειν δύνασθαι τοὺς σφυγμοὺς, οὐ λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότητος οὐχ οἷόν τε τὸ ποσὸν λόγῳ ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει διαφορὰν, ἢ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον τῆς πλευρίτιδος, ἢ ἐλλείπουσα. τὰς μὲν γὰρ ὑπερβολὰς εἰς περιπνευμονίαν μεθισταμένης, ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γίνεσθαι. τὰς δὲ ἐνδείας, εἰς καταφορὰν, ἢ νεύρων βλάβην τελευτᾷν. οὕτως δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος, τὸ μὲν οἷον ἐμπριστικὸν, ἴδιον οὐχ ἥκιστα πλευριτικῶν ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ ῥᾳδίως πεφθησομένης. ἐπιτεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευρίτιδος. αἱ δὲ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει κινδυνώδεις ὀξέως· σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν, ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο. τῆς μὲν οὖν πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται καταβραχὺ τὴν παρὰ φύσιν τροπήν. τῆς δὲ εἰς ἐμπύημα μεταπιπτούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται. κατὰ ταὐτὰ δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ ἐπὶ τῶν μαρασμῶν.

Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς, ἄρτι μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς. αὕτη γὰρ καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή. ἔσθ’ ὅτε δὲ καὶ ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου παρακειμένους τὰ μὲν ἄλλα παραπλήσιος, ἀλλ’ ὁμαλώτερος. ἐπὶ δὲ ταῖς ῥήξεσιν ἀμυδρότερος καὶ πλατύτερος καὶ βραδύτερος καὶ ἀραιότερος.

Ὁ δὲ τῶν μαραινομένων οὐ καθ’ ἕν εἶδος τρέπεται σφυγμός. χρὴ δὲ ἐφ’ ὅσον ἐνδέχεται, διαφοραῖς εὐδήλοις διορίσασθαι περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγμοναῖς κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάττονας καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ τοὺς σφυγμοὺς ἴσχουσιν. οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ κατὰ τὴν διαστολὴν βραχὺ, μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων οἷον ἐπινεύσεως, οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ’ ὡς ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλται, μύουρος ὢν τῷ μεγέθει καθ’ ἑκάτερα τὰ μέρη. τοῦτο μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν ὁπωσοῦν μαραινομένων ὑπάρχει. τοῖς μὲν οὖν διὰ φλεγμονὰς πᾶσιν, ἤδη δὲ καὶ τῶν ἄλλων τοῖς πολλοῖς, εἰ μή τι ἄρα καὶ ἐκεῖνοι διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ ἅπασι τοῖς μαραινομένοις σφυγμός ἐστι, καὶ τοῦτο αὐτοῖς κοινότατον. ἐν δευτέρῳ δὲ ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνωμαλία μυουρίζουσα. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρχει. τρίτον δὲ τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον. ἀλλὰ καὶ τοῖς ἐπὶ καρδιακαῖς διαθέσεσιν, ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύουσιν, εἶτ’ ἀπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι δὲ τῷ χρόνῳ, εἰ μή τις ἄρα καὶ τούτους φαίη τις ἐπὶ μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι. καὶ γάρ τινες αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσι, εἰ μή τι ἄρα πάλιν τούτους μὲν ἐπὶ φλεγμοναῖς, τοὺς δὲ ἄλλους ἄνευ φλεγμονῆς μαραίνεσθαι φήσει τις. τοῦτο μὲν οὖν ἄπορον. ἔχουσι δὲ οὗτοι σφυγμὸν ἑκτικὸν ἤτοι ἀμυδρὸν, πυκνὸν ἄγαν, καί τινες αὐτῶν τὸν ἐπινενευκότα. δευτέρα μὲν δὴ αὕτη διαφορὰ σφυγμοῖς τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τῶν ἀραιὸν ἰσχόντων. ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς ἐπύκνωσεν αὐτὸν, καὶ ἡ ἐσχάτη λύσις τῆς δυνάμεως ἱκανῶς πυκνοῖ. τοὐμμέσῳ δὲ πάντων μὲν πυρετῶν ὑποψυχθέντων, μηδέπω δὲ ἀπολλυμένων αὐτῶν τὴν εἰς ἀραιότητα τροπὴν εἰργάσατο. τοῦτο δὲ τὸ εἶδος τῶν μαρασμῶν πρεσβυτικῆς ἡλικίας ἴδιον, ἡνίκα ἂν μάλιστα τῶν κατὰ θώρακα καὶ πνεύμονα πεπονθός τι τύχῃ. οὗτοι τὴν πυρεκτικὴν σκληρότητα τοῦ σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς δὲ ὀλίγοις τῶν μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται, πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος.

Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς μικρὸς καὶ ἀμυδρός ἐστι καὶ μαλακὸς καὶ ταχὺς συμμέτρως καὶ ἑκτικός.

Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ, καὶ κυματῶδές τι ἔχων, καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος· ἐν δὲ τῇ συστηματικῇ τάς τε ἄλλας διαφορὰς ἔχει, καί ποτε μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει. πυρεττόντων δ’ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως, καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ, κατ’ ἐκεῖνο μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται. πυρωδεστέρας μὲν ὑπαρχούσης τῆς περιπνευμονίας, ἱκανῶς ὁ σφυγμὸς πυκνός ἐστι· κωματωδεστέρας δὲ ἧττον πυκνός ἐστι.

Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν τῷ τῶν περιπνευμονικῶν κατά τε μέγεθος καὶ ἀμυδρότητα καὶ μαλακότητα καὶ βραδύτερος αὐτοῦ ἐστι καὶ ἀμυδρότερος καὶ ἧττον ἀνώμαλος καὶ διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίγνεται δὲ ἔσθ’ ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κωματώδης ἐστὶ, ἔν γε ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων  τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ μηδέπω τελείων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος, ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τέ ἐστι προσγενέσθαι αὐτοῖς. ἐπειδὴ δὲ πολλάκις μὲν ἀνωμαλίας ἐμνημονεύσαμεν, ὀλιγάκις δὲ ἀταξίας, εἰδέναι χρὴ τοῦτο καθόλου, ταῖς ἀνωμαλίαις ὡς τὸ πολὺ τὴν ἀταξίαν ἑπομένην. σπανίως δὲ ἔστιν εὑρεῖν ἀνώμαλον σφυγμὸν τεταγμένον. αἱ μὲν οὖν μικρότεραι βλάβαι τοὺς ἀνωμάλους καὶ τεταγμένους, αἱ δὲ μείζονες τοὺς ἀνωμάλους καὶ ἀτάκτους σφυγμοὺς ἐργάζονται.

Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώτατα δὲ ὤφθη ποτὲ μέγας καὶ τόνου μετρίως ἔχει. καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς καὶ ἄγαν ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξειε· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτήσατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος εὑρεῖν ἐν αὐτοῖς σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι δόξει πολλάκις ἡ ἀρτηρία καταλιποῦσα τὸν ἑαυτῆς τόπον, ἄνω φέρεσθαι κλονωδῶς, ἀναβρασσομένη μᾶλλον, οὐ σφυγματωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κάτω χωρεῖ κατασπωμένη μᾶλλον ἢ συστελλομένη. τὸ δὲ ἄγαν πυκνὸν αὐτῆς ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν.

Ἔστι δέ τι καὶ ἄλλο πάθος ὃ εἴτε μέσον ληθάργου καὶ φρενίτιδος χρὴ ὀνομάζειν, ὡς οὐδετέρῳ ταὐτὸν ὂν, εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν φρενίτιδος εἰδῶν ἔκ τε τῶν ληθάργου. τοῦτο μὲν ἰδίᾳ σκεψώμεθα. περὶ δὲ τῶν σφυγμῶν αὐτοῦ νῦν ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτῷ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοὺς ὀφθαλμοὺς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες, διετέλεσαν ἀσκαρδαμυκτὶ παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυνθάνοιτό τις, καὶ εἰ διαλέγεσθαι βιάζοιτο, δυσχερεῖς ἀποκρίνεσθαι καὶ ἀργοί. τὰ πολλὰ δὲ καὶ παραφόρως φθεγγόμενοι, καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι, καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ καὶ νῦν βούλομαι δηλοῦν τοῖς συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ δὲ αὐτοῦ ταχεῖς, καὶ πυκνοὶ παραπλησίως τοῖς φρενιτικοῖς, ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσι. πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρῳ μὲν τρόπῳ, καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες μὲν τὴν συστολὴν, ὑποκλέπτοντες δὲ τὴν διαστολήν. οὐ μὴν ὁμοίως γε κατ’ αὐτὴν τοῖς φρενιτικοῖς. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν.

Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ καὶ κατεχομένους ἐκάλουν αὐτοὺς οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστίν. οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων σφυγμὸς, οὐδὲ μαλακός. ἀλλ’ ἐν τούτοις δὴ καὶ πάνυ διαφέρουσιν, ὥσπερ καὶ ἐν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς, ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.

Τῶν σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐσφηνῶσθαι, οὐχ ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον. οὐ μὴν οὐδ’ ὅλως πεφρικὸς οἷον τὸ πυρεκτικὸν, καὶ μάλιστα, ὡς ἐν ἐπισημασίαις. οὐδὲ ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι. καὶ μάλιστα σὺν ἁμαρτήμασί τισιν, ἢ σπλάγχνων κακώσεσιν, ἀλλ’ ὡς ἂν εἰ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς, ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον ἐκπηδώσης ἄνω, πάλιν δὲ εἴσω σπωμένης, καὶ οὔτε διακεκριμένως τοῦτο πασχούσης. ἀλλ’ ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον, τὸ δὲ εἴσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον, καὶ τὸ μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δὲ ἔστι μὲν οὔτε ἀμυδρὸς, οὔτε μικρὸς, οὐ μὴν ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται, καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν. καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν, οὔτε τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δὲ αὐτοῦ τῷ τῆς καταφορᾶς δυσφώρατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἠσκημένῳ, δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι.

Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς. καί τισι μὲν αὐτῶν ἀραιὸς, τισὶ δὲ πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.

Ἐπιληπτικῶν δὲ καὶ ἀποπληκτικῶν οἱ σφυγμοὶ παραπλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιληπτικῶν ῥηθήσεται, ταῦτα καὶ περὶ τῶν ἀποπληκτικῶν εἰρῆσθαι δοκεῖν χρὴ,  ἐπιτεταμένα δὲ μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι, καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος, οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφοδρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δ’ ὥσπερ τεταμένη καθ’ ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμένοις εἰκότως. εἰ δ’ ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος γίνεται καὶ ἀμυδρότερος καὶ ἀραιότερος. μεγάλως δὲ θλίψαν, καὶ καταβαλὸν τὴν δύναμιν, ἀμυδροὺς καὶ πυκνοὺς καὶ ταχεῖς ἐργάζεται.

Ὁ δὲ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν τινα παραπλησίαν ἔχει τῷ σπασμῷ, μέγας δέ ἐστι καὶ κυματώδης, ὡς τῶν περιπνευμονικῶν. καὶ ὁπότερον ἂν ἐπ’ αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν. εἰ μὲν γὰρ τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περιπνευμονίας, εἰ δὲ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελήσει· ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγονται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δ’ ἤδη πυκνὸς καὶ ἀνώμαλος.

Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος καὶ ἄτακτος καὶ ὑπεκλείπων. καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, τῆς δ’ ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων· τῆς δ’ ἀναιρούσης ἤδη, πυκνὸς καὶ ἀμυδρός.

Ὑστερικῆς δὲ πνίξεως ἀποτεταμένος σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς καὶ ἄτακτος καὶ ὑπεκλείπων.

Στόμαχος πεπονθὼς, οὕτως γὰρ καλείσθω καὶ ὑφ’ ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν τῶν πολλῶν συνήθειαν, οὐ καθ’ ἓν εἶδος τρέπει τὸν σφυγμόν. ἀλλ’ ὁ μὲν φλεγμαίνων μόνον, οἵαν ἐπὶ φλεγμονῆς νευρώδους σώματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται. ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἐκλύων, ἢ ἐμετικὸς, ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώδης κατὰ τὸ τοῦ συμπτώματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ ναυτίαι καὶ οἱ λυγμοὶ καὶ οἱ ἀλυσμοὶ καὶ ἐκλύσεις ἰσχυρῶς πυκνοῦσι τὸν σφυγμὸν, σὺν τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζεσθαι. καί τισι μετρίως θάττονα. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς ἀραιὸν καὶ βραδὺν καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπὶ τροφαῖς βαρυνούσαις γίνεται, μηδεμίαν ἐχούσαις ἰσχυρὰν δύναμιν, ἀλλὰ τῷ ποσῷ μόνῳ διοχλούσαις, καί τισι ὑγροῖς συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν, τότε δὴ καὶ μάλιστα τοιοῦτος ὁ σφυγμὸς ἔσται. καὶ ὁ τῶν βουλιμιώντων δὲ τοιοῦτός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις, ἅπασαι χρονίζουσαι, ἢ καὶ σφοδρότεραι γινόμεναι, τὸν σκωληκίζοντα σφυγμὸν ἐργάζονται. αἱ δὲ εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν τοιοῦτόν τι σὺν αὐτοῖς εἶδος ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τετρῆσθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μηδὲν συνεχὲς δοκεῖν εἶναι, ἀλλ’ οἷον ψάμμου προσπεσούσης αἴσθησιν γίνεσθαι τῇ ἁφῇ κατὰ τὴν διαστολήν.

Ὑδέρων ὁ σφυγμὸς τοῦ μὲν ἀσκίτου μακρὸς καὶ πυκνὸς καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου μακρότερος, οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος, σύν τινι τάσει· τοῦ δὲ ἀνὰ σάρκα κυματώδης πλατύτερος καὶ μαλακός.

Ἐλεφαντιώντων σφυγμὸς μικρὸς καὶ ἄῤῥωστος καὶ βραδὺς καὶ πυκνός.

Ἰκτεριώντων σφυγμὸς ἄνευ πυρετοῦ μικρότερος, πυκνότερος, σκληρότερος, οὐκ ἀμυδρὸς, οὐ τάχυς.

Τῶν δὲ ἐλλέβορον εἰληφότων, ὀλίγον μὲν πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότερος καὶ βραδύτερος· ἐμούντων δὲ καὶ σπαραττομένων ἀνώμαλος καὶ ἄτακτος. ἤδη δὲ καὶ βελτιόνων γινομένων τεταγμένος μὲν, ἀλλὰ καὶ ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν καὶ σφοδρότερος. ὅσοι δὲ ἐξ αὐτῶν συγκόπτονται καὶ σπῶνται καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυδρὸς καὶ ἄτακτος ὁ σφυγμὸς καὶ θάττων καὶ πυκνὸς ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς, οὐδὲ ταχὺς, ἀλλ’ ἐπιβραδύνων μᾶλλον. ἐμφαίνει δέ τι καὶ κυματῶδες καὶ πλατὺ καί ποτε καὶ τάσιν τινὰ τῆς ἀρτηρίας βραχεῖαν.