Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Ὁμαλότης δὲ καὶ ἀνωμαλία γίνεται κατὰ πάσας τὰς εἰρημένας διαφοράς. ἡ γὰρ ἐφεξῆς ἰσότης τούτων ὁμαλότης ἐστί· οἷον ὅταν τὸ μέγεθος τῶν ἐφεξῆς ἴσον ᾖ, λέγοιτ’ ἂν ὁμαλὸς εἶναι κατὰ τὸ μέγεθος ὁ σφυγμός· καὶ εἰ τὸ τάχος ἴσον, ὁμαλὸς κατὰ τὸ τάχος. ὡσαύτως δὲ καὶ εἰ κατὰ σφοδρότητα καὶ πυκνότητα καὶ ἀμυδρότητα. ἡ δὲ ἀνωμαλία  διαφθορὰ τῆς ἰσότητός ἐστι, καθ’ ἣν ἂν τύχῃ διαφορὰν τῶν σφυγμῶν συνισταμένη. ἔσται γὰρ ὁ μέν τις κατὰ τὸ μέγεθος ἀνώμαλος, ὁ δέ τις κατὰ τὸ τάχος, ὁ δὲ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ πυκνότητα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

وأما الاستواء، والاختلاف فيكونان فى جميع هذه الأصناف التى ذكرنا.

والاستواء: هو أن تكون النبضات مساويا بعضها لبعض فى هذه الأصناف.

مثال ذلك: أن عظم النبضات إذا كان مساويا، قيل إن ذلك النبض متساو فى العظم.

وإذا كانت سرعة النبضات متساوية، قيل إن ذلك النبض متساو فى السرعة.

وعلى هذا المثال يكون النبض متساويا فى القوة، وفى التواتر.

فأما الاختلاف فهو فساد الاستواء فى صنف، صنف من أصناف النبض. لأن من النبض ما هو مختلف فى العظم، ومنه مختلف فى السرعة، ومنه مختلف فى التواتر، ومنه مختلف فى القوة.

وكذلك الحال فى سائر الأصناف.