Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Ἐπεὶ δὲ πολυειδῶς οἱ σφυγμοὶ τρέπεσθαι πεφύκασιν, οὐδὲν γὰρ εὕροις, ὡς ἔπος εἰπεῖν, αἴτιον, ὃ μὴ καὶ τούτους τρέπει, δοκεῖ μοι τριττὴν αὐτῶν τῆς τροπῆς τὴν ἀνωτάτω διαφορὰν ποιησάμενον οὕτως ὑπὲρ ἑκάστης ἰδίᾳ κατὰ μέρος εἰπεῖν. πρώτη μὲν οὖν ἡ κατὰ φύσιν αὐτῶν ἐστι τροπή. δευτέρα δὲ ἡ οὐ κατὰ φύσιν μὲν, οὐ μὴν ἤδη παρὰ φύσιν. τρίτη δὲ ἡ παρὰ φύσιν. ἐπιγίνονται δ’ αὗται πᾶσαι ταῖς φυσικαῖς διαφοραῖς· ἄλλῳ γὰρ ἄλλως αἱ ἀρτηρίαι φύσει κινοῦνται· καὶ χρὴ πρώτας ταύτας ἐπίστασθαι τὸν μέλλοντα γνωρίζειν ὑπὸ τίνος αἰτίου καὶ μέχρι πόσου τετράφθαι συμβέβηκε τὸν σφυγμόν· ἀλλὰ τὸ μὲν ἴδιον ἑκάστου ἀκριβῶς ἄν τις πειραθεὶς μάθοι. καὶ δεῖ πολλάκις ἧφθαι τῆς ἀρτηρίας, μάλιστα μὲν ὑγιαίνοντος ἀμέμπτως καὶ ἐν ἡσυχίᾳ  πάσης σφοδρᾶς κινήσεως, ἤδη δὲ καὶ ἐν ταῖς ἄλλαις διαθέσεσιν. ἐπειδὴ δὲ πάντων οὐκ ἐνδέχεται δι’ ἐμπειρίας ἐληλυθέναι, πολλοὶ γὰρ ἤδη πολλάκις ἐδεήθησαν ἰατρῶν οἷς ὑγιαίνοντες οὐκ ἐνέτυχον, ἄριστον δὴ κᾀνταῦθα πλεῖον ἰδιώτου τὸν τεχνίτην ἔχειν. ἔχοι δ’ ἂν πλέον, ἐπιστήμην πορισάμενος τῶν τοῖς πολλοῖς ὁμοίως ὑπαρχόντων. ἔστι δέ τις, ὡς τύπῳ φάναι, κοινὴ φύσις ἀνδρῶν, καὶ ἄλλη γυναικῶν, καὶ ὅσοι θερμότερόν εἰσι κεκραμένοι καὶ ὅσοι ψυχρότερον. καὶ τούτων ἑκατέρων κοινὴ φύσις, καὶ τῶν ἰσχνῶν πάντων κοινὴ καὶ τῶν παχέων ὡσαύτως κοινή. καὶ σπάνιον ἐν ἑκάστῃ τῶν προειρημένων κοινοτήτων τὸ μὴ τοῖς πολλοῖς ἐοικός. ὥστε καὶ τὸ ἁμαρτάνειν τοῦ ἀληθοῦς ἐστι σπάνιον τῷ τὸ κοινὸν ἀκριβῶς ἐπισταμένῳ.

Ἄνδρες μὲν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυγμόν.

Οἱ δὲ φύσει θερμότεροι μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.

Οἱ δ’ ἰσχνότεροι φύσει μείζονα μὲν, καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. φύσει μὲν οὖν οὕτως διαφέρουσι.

Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὡδί πως. ὁ μὲν τοῦ νεογενοῦς παιδίου σφυγμὸς πυκνότερος· ὁ δὲ τοῦ γέροντος ἀραιότερος· οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτερος δὲ ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν βραχὺ μείζων ὁ τῶν παιδίων. καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν ὁ τῶν παιδίων. οὕτως μὲν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοί.

Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος τὰ μέσα μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους. ὡσαύτως δὲ καὶ τοῦ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε καὶ τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, καὶ τὰ πρῶτα τοῦ χειμῶνος τοῖς ὑστάτοις τοῦ χειμῶνος. ὥστε ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος ἶσον ἐφ’ ἑκάτερα ἀφέστηκεν, ὁμοίως τρέπει. μέσον δὲ θέρους πῂ μὲν ὡσαύτως ἐστὶ, πῂ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνι, μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον. ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’ ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος, ὡς θέρους, ἀλλ’ ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ κατὰ τὰς ὥρας τῶν σφυγμῶν τροπαί.

Περὶ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις. ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷοι μέσου θέρους. ἐν δὲ ταῖς ἄγαν ψυχραῖς οἷοι μέσου χειμῶνος. ἐν δὲ ταῖς εὐκράτοις οἷοι μέσου τοῦ ἦρος. ἀνάλογον δὲ κᾀν ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.

Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται· τὰ δὲ ἄλλα κατὰ φύσιν φυλάττουσιν.

Εἶεν δ’ ἂν, εἴπερ τι καὶ ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους καὶ ἀμυδροτέρους ἀπεργαζόμενοι, προϊόντες δὲ βραδύτητα μὲν ἐπιτείνουσι καὶ ἀραιότητα, καὶ μάλιστα κατὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι. χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα καὶ μικρότητα· φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.

Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκώτων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες. μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται.

Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς φύσει, γενόμενος εὔσαρκος, ἀναλόγου τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν ἔχει. ὁ δὲ εὔσαρκος, ἰσχνὸς γενόμενος, τοῖς ἰσχνοῖς φύσει παραπλήσιον ἔχει τὸν σφυγμόν. δῆλον δὲ ὅτι χωρὶς τοῦ τὴν δύναμιν ὑπαλλάττεσθαι, τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν ἐξετάζειν χρή· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥστε καθ’ ἓν μόνον, ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα, τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι δοκεῖν χρὴ, ἐπιτεταμένα μᾶλλον.

Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς.

والنبض يتغير على أنحاء كثيرة مختلفة، وليس نجد سببا من الأسباب إلا وهو فى المثل قد يغير النبض.

فرأيت أن أقسم أولاً الأسباب المغيرة للنبض إلى ثلثة أصناف أول كلية، ثم أتكلم فى كل واحد من تلك الأصناف على تلخيص شىء شىء من الأشياء المفردة.

والتغيير الأول الذى يحدث فى النبض هو التغير الطبيعى.

والتغيير الثانى: هو التغير الذى ليس بطبيعى، ولا هو أيضا خارج عن الطبيعى.

والتغيير الثالث: هو التغيير الخارج عن الطبيعى.

وهذه الأصناف من التغيير تحدث فى جميع الأصناف الطبيعية.

فإن العروق تتحرك فى الأبدان المختلفة على حالات مختلفة.

فينبغى أولا أن يعلم أصناف اختلاف الأبدان من أراد أن يعلم من أى شىء يتغير النبض، وكم مقدار تغيره.

وليس يمكنك أن تعرف النبض الخاص بكل واحد من الناس على حقيقته إلا بالتجربة فقط. ولذلك قد ينبغى لك أن تجس عرق الإنسان الواحد مرارا كثيرة، ولا سيما فى وقت صحته وسلامته من الآفات، وسكونه من كل حركة قوية ، ثم تجسه إذا خالفت حاله هذه الحال.

إلا أنه لما كان لا يمكن المتطيب أن يعرف بالتجربة نبض جميع الناس، لأن كثيرا من الناس مرارا كثيرة قد احتاجوا إلى أطباء لم يلقوهم وهم فى صحتهم، فالأجود أن يكون فى هذا الباب أيضا للعالم فضل على الجاهل.

وفضل العالم على الجاهل فى هذا الباب أن تكون عنده معرفة الأمور التى هى لأكثر الناس على حال واحدة.

فإن للرجال فى المثل طبيعة تعمهم، وللنساء طبيعة تشتمل عليهم، وللمحررين طبيعة تعمهم، ولأصحاب المزاج البارد طبيعة أخرى مشتركة. ولكل قضيف طبيعة أخرى عامية، ولكل عبل طبيعة مشتركة.

وقليلا ما يوجد فى كل واحدة من هذه الطبائع العامية بدن غير مشابه للكثير.

فيجب من هذا أن يكون من علم تلك الطبائع العامية قليلا ما يخطئ، ويخرج عن الحق، فأقول:

إن نبض الرجال على الأكثر أعظم من نبض النساء كثيرا، وأقوى منه .كثيرا، وأبطأ منه قليلا، وأشد تفاوتا منه كثيرا.

وأما اللذين مزاجهم بالطبع حار، فنبضهم أعظم من نبض من كان مزاجه باردا، وأسرع منه، وأشد تواترا منه كثيرا، وليس هو بأقوى منه كثثرا.

وأصحاب الأبدان القضيفة نبضهم أعظم نبضا من نبض أصحاب الأبدان العبلة، وأشد تفاوتا منه كثيرا، وليس هو بأقوى منه كثيرا.

فعلى هذا المثال يختلف النبض بالطبع. ثم قد يتغير أما من قبل الأسنان فعلى هذا المثال:

أما الطفل حين يولد فنبضه فى غاية التواتر، وأما الشيخ ففى غاية التفاوت.

وجميع الأسنان التى بين هاتين السنين فالنبض فى كل واحد منها على حسب قربه من الصبا، ومن الشيخوخة.

وكذلك أيضا فإن نبض الصبيان فى غاية السرعة. ونبض المشايخ فى غاية الإبطاء.

وأما نبض سائر الأسنان ففيما بين ذلك . إلا أن فضل التفاوت فى نبض الشيخ على نبض الصبى أكثر كثيرا من مقدار ما بينهما من الاختلاف فى السرعة والإبطاء.

وأما فلا صنف القوة وصنف العظم فأعظم النبض فلا الأسنان نبض الشباب الذين هم فى غاية الشباب، وأصغر النبض نبض المشايخ.

فأما نبض الصبيان فهو أعظم قليلا من النبض المتوسط.

وأقوى النبض نبض الشباب الذين هم فى غاية الشباب، وأضعف النبض نبض المشايخ. وأما نبض الصبيان فمتوسط بينهما.

فعلى هذا المثال يتغير النبض بحسب الأسنان.

وأما بحسب أوقات السنة فيتغير النبض على هذا المثال:

أما فى وسط الربيع فيكون النبض أعظم، وأقوى ما يكون بحسب أوقات السنة. ويكون فى السرعة والتواتر معتدلا.

وعلى هذا المثال يكون فى وسط الخريف.

وكل ما بعد من وسط الربيع نقص من عظم النبض، ومن قوته، وزاد فى سرعته، وتواتره. ثم بأخرة إذا جاء الصيف صار النبض ضعيفا، صغيرا، سريعا، متواترا.

وأما الخريف فكل ما بعد من وسطه فإنه ينقص من جميع هذه الأصناف، أعنى من عظم النبض، ومن قوته، ومن سرعته، وتواتره، حتى يكون إذا حل الشتاء قد حال النبض إلى الصغر، والإبطاء، والضعف، والتفاوت.

وأول الربيع يشبه آخر الخريف. وآخر الربيع يشبه أول الخريف. وأول الصيف يشبه آخر الصيف. وأول الشتاء يشبه آخر الشتاء.

فالأوقات إذا التى بعدها من وسط الصيف ووسط الشتاء بعد سواء تغير النبض على مثال واحد.

فأما وسط الصيف فهو من جهة مثل وسط الشتاء، ومن جهة مضاد له. وذلك أن النبض فى الوقتين جمعا صغير، ضعيف. إلا أنه فى الصيف سريع، متواتر، وفى الشتاء بطىء، متفاوت. وليس يبلغ من الصفر فى الصيف مثل ما يبلغه فى الشتاء. لكنه فى الصيف يكون أقل صغرا. ولا يبلغ من الضعف فى الشتاء ما يبلغه فى الصيف، لكنه يكون فى الشتاء أقل ضعفا.

فعلى على هذا المثال يتغير النبض فى أوقات السنة.

وعلى هذا المثال يتغير النبض بحسب البلدان. فيكون النبض فى البلدان التى هى فى غاية الحرارة على مثال ما يكون فى وسط الصيف. ويكون فى البلدان التى هى فى غاية البرد على مثال ما يكون فى وسط الشتاء. ويكون فى البلدان المعتدلة على مثال ما يكون فى الربيع. وكذلك الحال فى البلدان التى مزاجها بين مزاج تلك.

وسائر التغير الحادث فى الهواء ما كان منه إلى الحر أميل فقياسه قياس الأزمان الحارة من السنة، وما كان منه إلى البرد أميل فقياسه قياس الأزمان الباردة من السنة. وما كان إلى الاعتدال أميل فقياسه قياس وسط الربيع. فأما فى وقت الحمل فيكون النبض أعظم، وأشد تواترا، وأشد سرعة. وأما سائر الأشياء فتبقى فيه على حالها.

والنوم أيضا هو من الأشياء التى هى بالطبع، وليس يفوقه فى ذلك شىء غيره. وقد يغير النوم النبض على هذا المثال: أما فى أوله فيصير النبض أصغر، وأضعف، وأبطأ، وأشد تفاوتا. فإذا أمعن الإنسان فى النوم، فإن إبطاءه، وتفاوته يتزايدان، ولا سيما بعد تناول الطعام. إلا أن النبض يصير أعظم، وأقوى. فإذا طال النوم، عاد النبض إلى الضعف، والصغر، ويبقى على إبطائه، وتفاوته. وأما نبض المنتبهين من النوم ففى أول ما ينتبه يكون عظيما، قويا، سريعا، متواترا، ويكون فيه كالرعدة. ثم إنه من بعد قليل يعود إلى الاعتدال.

والحالات العارضة للبدن فى سحنته تغير النبض على مثال ما تغيره الحالات الطبيعية. فإن الذى هو فى طبعه قضيف، إذا ازداد لحمه حتى يعتدل، صار نبضه شبيها بنبض من كان فى طبيعته حسن اللحم.

ومن كان فى طبيعته حسن اللحم، فعرض له القصف، فإن نبضه يصير شبيها بنبض من كان فى طبيعته قضيفا.

وبين أنه ينبغى أن ننظر فى الاختلاف بين القضيف وبين حسن اللحم من غير تغير القوة فى سائر الأشياء على هذا المثال، حتى يكون التغير إنما حدث من ذلك الشىء الذى الكلام فيه فقط.

وما قلناه فيمن كان حسن اللحم فافهمه فى العبل السمين أكثر، وأزيد، وأقوى.

والمزاج أيضا العارض للبدن يغير النبض على مثال ما يغيره المزاج الطبيعى.