Digital Corpus for Graeco-Arabic Studies

Galen: De Pulsibus ad Tirones (On the Pulse for Beginners)

Σύνθετοι δὲ καθ’ ὅσον ἂν δυνατὸν ᾖ ἄλλην ἄλλῃ, καὶ μίαν μιᾷ, καὶ μίαν πλείοσι, καὶ πολλὰς πολλαῖς μίγνυσθαι. καί τινες αὐτῶν ἰδίου τετυχήκασιν ὀνόματος. ὥσπερ καὶ ὁ σκωληκίζων καὶ ὁ μυρμηκίζων καὶ ὁ ἑκτικός· ὁ μὲν σκωληκίζων, ὅταν οἱονεὶ ἕρποντος τὴν ἀρτηρίαν σκώληκος ἔμφασις γίγνηται κυματωδῶς ἐγειρομένου, καὶ μὴ καθ’ ἕνα χρόνον ὅλης διαστελλομένης τῆς ἀρτηρίας εἰ μὲν οὖν σὺν μικρότητι διαστολῆς τοῦτο γίγνοιτο, σκωληκίζων καλεῖται· εἰ δὲ σὺν μεγέθει, κυματώδης ἁπλῶς. δῆλον δὲ ὅτι καὶ ἀμυδρὸς καὶ πυκνός ἐστιν ὁ σκωληκίζων. ὁ δ’ εἰς ἐσχάτην καταπεπτωκὼς ἀμυδρότητα καὶ πυκνότητα καὶ μικρότητα μυρμηκίζων καλεῖται, ταχὺς μὲν εἶναι δοκῶν, οὐκ ὢν δὲ ταχύς. ἑκτικὸς δὲ, ὥσπερ πυρετὸς, οὕτως καὶ σφυγμὸς καλεῖται, ὁ μηδεμίαν τροπὴν μεγάλην ποιούμενος, ἀλλ’ ἀεὶ παραπλήσιος μένων, συμπλεκόμενός τε καὶ μηδέποτε λυόμενος ὅλης τῆς ἕξεως τετραμμένης νοσωδῶς, ἐν τοῖς τοιούτοις πυρετοῖς τε καὶ σφυγμοῖς. ταῦτά μοι ἀρκεῖν δοκεῖ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς τοῖς εἰσαγομένοις εἰρῆσθαι. εἰ γάρ τις ἐπὶ τὸ ἀκριβέστερον αὐτὸ ἔρχεσθαι βούλοιτο, βιβλίον ὅλον ἔχει περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ὑφ’ ἡμῶν γεγραμμένον. οὔκουν οὔτε περὶ πλήρους καὶ κενοῦ σφυγμοῦ νῦν λέγειν ἀναγκαῖον, οὔτε περὶ ῥυθμῶν, ἐν ἐκείνῳ γὰρ εἴρηται ἀκριβῶς περὶ αὐτῶν, καὶ ἔστιν ἀσαφέστερος ὁ λόγος τοῖς εἰσαγομένοις. ἀναλαβόντες οὖν ἐν κεφαλαίῳ τὰ προειρημένα, τῶν ἐφεξῆς ἐχώμεθα. μέγας τοίνυν ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος, μακρὸς δὲ ὁ κατὰ μῆκος μόνον, πλατὺς ὁ κατὰ πλάτος, καὶ ὑψηλὸς ὁ κατὰ βάθος. σφοδρὸς δὲ σφυγμός ἐστιν ὁ πλήττων εὐρώστως τὴν ἁφήν· μαλακὸς δὲ, ἐφ’ οὗ ὁ χιτὼν τῆς ἀρτηρίας ἁπαλὸς ᾖ· καὶ ταχὺς μὲν ὁ ἐν ὀλίγῳ χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος· πυκνὸς δὲ ὁ δι’ ὀλίγου· καὶ ὁμαλὸς μὲν ὁ ἐφεξῆς ἴσος· τεταγμένος δὲ ὁ κατὰ περίοδον ἴσος· ὁ δὲ κατὰ μίαν πληγὴν ἄνισος ἀνώμαλος λέγεται κατὰ μίαν πληγήν. εἶεν δ’ ἂν σαφεῖς καὶ οἱ ἐναντίοι αὐτῶν μικρὸς καὶ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς καὶ ἀμυδρὸς καὶ σκληρὸς καὶ βραδὺς καὶ ἀραιὸς καὶ ἀνώμαλος καὶ ἄτακτος. οὐκ ἄδηλον δὲ καὶ ὅτι τῶν μὲν ἄλλων ἐναντίων ἐστὶν ἑκάστου μέσος· ὁμαλοῦ δὲ καὶ ἀνωμάλου μέσος οὐδείς ἐστιν, οὐδὲ τεταγμένου καὶ ἀτάκτου. καὶ ὅτι τῶν μὲν ἄλλων ἁπάντων οἱ μέσοι κατὰ φύσιν, ἐν τούτοις δὲ ὁ μὲν ὁμαλὸς κατὰ φύσιν μόνος, οἱ ἄλλοι οὐ κατὰ φύσιν, ὅ τε ἀνώμαλος καὶ ἄτακτος.