Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Salubri Diaeta (Regimen in Health)

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ.

1. Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι· τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δ’ ὡς ἐλάχιστα, εἶναι δὲ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον, τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα, λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι κατὰ ταύτην τὴν ὥρην· οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα ξηρόν τε εἴη καὶ θερμόν. Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τότε χρὴ πόμα πλέον πίνειν οἶνον ὑδαρέστερον καὶ κατ’ ὀλίγον, καὶ τοῖσι σιτίοισι μαλακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι, καὶ τὸν ἄρτον ἀφαιρέοντα μάζαν προστιθέναι, καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, καὶ ἐκ τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι, καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ὅκως ἐς τὴν θερίην καταστήσεται ὥνθρωπος τοῖσί τε σιτίοισι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ἑφθοῖσι καὶ ὠμοῖσιν· ὡσαύτως καὶ τοῖσι πόμασιν, ὡς ὑδαρεστάτοισι καὶ πλείστοισιν, ἀλλ’ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μικρὸν μὴ ἐξαπίνης χρεομένῳ. Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσιν· δεῖ γὰρ χρέεσθαι τουτέοισιν, ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν ᾖ τὸ σῶμα καὶ μαλακόν· καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ, καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐχμηρά· δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασι τουτέοισιν ἀλέξασθαι. Κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος ἐς τὸ ἦρ, οὕτω καὶ ἐκ τοῦ ἦρος ἐς τὸ θέρος καταστήσεται, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθείς· καὶ οὕτω τὰ ἐναντία ποιέοντα καταστῆσαι ἐκ τοῦ θέρεος ἐς τὸν χειμῶνα. Ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλέω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὥνθρωπος διαχρήσεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν· οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἤκιστα· ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.