Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Salubri Diaeta (Regimen in Health)

8. Ὁκόσοισι δὲ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει θαμινὰ, καὶ τἄλλα πάσχει ὁκόσα ἐπὶ στραγγουρίῃ· οὗτος ἐφ’ ἡμέρας ἐννέα τοῦτο πάσχει· καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου, καὶ τῆς στραγγουρίης παύεται· οὐρέει δὲ ἀπόνως πουλὺ καὶ λευκὸν, ἔστ’ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ· καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή.