Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Salubri Diaeta (Regimen in Health)

5. Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης ὧδε χρέεσθαι· ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν· ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ γαστρὶ στρόφοι· δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἐκ τῶν χωρίων τουτέων. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσι μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα· ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τοιουτέων· τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα. Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι· ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης· ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ’ ἐπὶ θᾶσσον. Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπον τοιόνδε· λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ’ ἀπὸ τοῦ σιτίου, ἀλλ’ ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα· οἱ δὲ πᾶν τοὐναντίον ποιέουσιν. Ὁκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς καὶ τρισσούς· ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.