Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sectis ad eos qui introducuntur (On Sects for Beginners)

Ταῦτα εἰπόντος τοῦ ἐμπειρικοῦ παρελθὼν ὁ δογματικὸς ὧδέ πως λεγέτω· Τάχα μὲν εὖ φρονοῦντί σοι καὶ ταῦτα ἦν ἱκανὰ, περὶ τοῦ μήθ’ ἡλικίαν, μήθ’ ὥραν, μήτε χώραν, ἀλλὰ μηδὲ προκαταρκτικὸν αἴτιον, ἢ μέρος τι τοῦ σώματος ἄχρηστον ὑπολαμβάνειν. εἰ δέ σε μήπω πέπεικεν ὁ ἐμπειρικὸς, ὑπομιμνήσκων τῶν φαινομένων, ἀλλά τινος ἔτι καὶ λόγου δέοι, τοῦτόν μοι δοκῶ προσθήσειν ἐγὼ, καὶ τὴν ὑπόθεσίν σου τῆς αἱρέσεως ἀποδείξω σαθράν. ἀκούω μὲν γὰρ ὑμῶν λεγόντων γνῶσιν φαινομένων κοινοτήτων, ἐρωτῶ δὲ ἑκάστοτε, περὶ τί μάλιστα ἡ κοινότης αὕτη συνίσταται, καὶ πῶς αὐτὴν γνωριοῦμεν, οὐδέπω καὶ νῦν μοι δοκῶ γνῶναι δύνασθαι. τὸ δ’ αἴτιον ἄχρι τῶν ὀνομάτων ἀλλήλοις ὁμολογεῖτε, περὶ τῶν πραγμάτων διαφερόμενοι. τινες γὰρ ὑμῶν ταῖς παρὰ φύσιν ἐκκρίσεσι παραμετροῦσι τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰσχομένων μὲν αὐτῶν, στέγνωσιν ὀνομάζοντες τὸ πάθος, ἀμέτρως δ’ ἐκκρινομένων, ῥύσιν. ἄλλοι δέ τινες ἐξ ὑμῶν ἐν ταῖς λοιπαῖς τῶν σωμάτων διαθέσεσι  τὰ πάθη φασὶν εἶναι, καὶ μέμφονταί γε δεινῶς τοῖς εἰς τὸ κενούμενον ἀποβλέπουσιν. ἐμοὶ δὲ ὅπη δοκοῦσιν ἑκάτεροι σφάλλεσθαι, τάχα ἂν ἤδη δηλώσαιμι. γινέσθω δὲ ἡμῖν ὁ λόγος πρὸς ἐκείνους πρότερον, ὅσοι ταῖς παρὰ φύσιν ἐκκρίσεσι κρίνουσι τὰ πάθη. θαυμάζω γὰρ αὐτοὺς, εἰ μήθ’ ἱδρῶτάς ποτε, μήτε οὖρα, μήτ’ ἐμέτους, μήτε διαχωρήματα πλείω τῶν κατὰ φύσιν εἶδον ἐν ταῖς νόσοις χρηστῶς κενούμενα, καὶ τὸ πάντων ἀτοπώτατον, εἰ μηδ’ ??ῥινῶν αἱμοῤῥαγίαν ποτὲ κρίνασθαι ἐθεάσαντο. ταύτης μέν γε οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ὅλον τὸ γένος παρὰ φύσιν ὑπάρχει. ἱδρώτων δὲ, ἢ οὔρων, ἢ ὅσα κατὰ γαστέρα, ἢ δι’ ἐμέτων ὁρμᾷ, τὸ μὲν γένος οὐ παρὰ φύσιν, οὕτως γε μὴν ἄμετρόν ἐστί ποτε τὸ πλῆθος, ὥστε ἐγὼ μὲν οἶδά τινας εἰς τοσοῦτον ἱδρώσαντας, ἄχρι τοῦ καὶ γνάφαλα διαβρέξαι, καὶ ἄλλους κατὰ γαστέρα κενωθέντας ὑπὲρ τριάκοντα κοτύλας, ἀλλ’ οὐκ ἐδόκει τούτων οὐδὲν παύειν, ὅτι τὸ λυποῦν ἐκενοῦτο. καίτοι τῷ γε ταῖς κατὰ φύσιν ἐκκρίσεσιν εἰς ἅπαντα κανόνι χρωμένῳ, κωλυτέα ἦν τὰ τοιαῦτα συμπτώματα. διὸ καὶ πιθανώτεροί πως εἷναι δοκοῦσιν οἱ τὰς διαθέσεις ἐν τοῖς σώμασιν αὐτοῖς τὰς κοινότητας ἐπιτιθέμενοι. θαυμάζω δὲ καὶ τούτων, ὅπως αὐτὰς φαινομένας ἐτόλμησαν εἰπεῖν. εἰ γὰρ μὴ τὸ ῥέον ἐκ τῆς κοιλίας ἡ ῥύσις ἐστὶν, ἀλλ’ ἡ διάθεσις τῶν σωμάτων, ἐξ ἧς τὸ ῥέον, οὐκ ἐνδέχεται δὲ ταύτην οὐδεμιᾷ τῶν αἰσθήσεων φαίνεσθαι, πῶς ἂν αἱ κοινότητες ἔτι φαινόμεναι λέγοιντ’ ἄν; καὶ γὰρ ἐν κώλῳ δυνατὸν τὴν τῆς ῥύσεως διάθεσιν εἶναι, καὶ ἐν λεπτοῖς ἐντέροις, καὶ περὶ τὴν νῆστιν, καὶ περὶ τὴν γαστέρα, καὶ τὸ μεσάραιον, καὶ ἄλλα πολλὰ τῶν ἐντὸς, ὦν οὐδὲν οὐδὲ αὐτὸ δυνατὸν αἰσθήσει λαβεῖν, οὔτε τὸ πάθος αὐτοῦ. πῶς οὖν ἔτι φαινόμεναι λέγοιντ’ ἂν αἱ κοινότητες, εἰ μήπω καὶ τὸ διὰ σημείων γνωρίζεσθαι φαίνεσθαί τις ἐθέλοι καλεῖν; ἀλλ’ εἰ τοῦτο, τίνι τῶν παλαιῶν ἰατρῶν ἔτι διαφέρουσιν, οὐκ οἶδα. πῶς δὲ ταχέως καὶ ἐν ἓξ μησὶν ἐπαγγέλλονται τὴν τέχνην ἐκδιδάσκειν; οὐ γὰρ ἂν, οἶμαι, σμικρᾶς δέοιντο μεθόδου πρὸς τὸ γνῶναί τι τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἀλλὰ τῷ τοῦτο καλῶς ἐργαζομένῳ καὶ ἀνατομῆς χρεία τῆς ἕκαστον τῶν ἐντὸς, ὡς ἔχει φύσεως, διδασκούσης, καὶ φυσικῆς θεωρίας οὐ σμικρᾶς, ἵνα τό τ’ ἔργον ἑκάστου καὶ τὴν χρείαν ἐπισκέψηται. πρὶν γὰρ εὑρεθῆναι ταῦτα, τῶν ἐν βάθει τοῦ σώματος μορίων οὐδενὸς οἶόν τε διαγνῶναι τὸ πάθος. τί δεῖ λέγειν, ὅτι καὶ διαλεκτικῆς μὲν ἐνταῦθα χρεία μεγάλη, ἵν’, ἐκ τίνων τί περαίνεται, σαφῶς εἰδῇς, καὶ μὴ παρακρουσθῇς ποτε σοφίσμασι, μήθ’ ὑπ’ ἄλλου, μήθ’ ὑφ’ αὑτοῦ; καὶ γὰρ καὶ ἡμᾶς αὐτοὺς ἄκοντάς ἐστιν ἰδεῖν, ὅτε σοφιζόμεθα. καὶ μὴν καὶ οἷόν τί ἐστιν ἡ ῥύσις, ἡδέως ἂν αὐτοὺς ἐροίμην, εἰ διαλέγεσθαι μεμαθήκασιν. οὐ γὰρ δὴ τοῦτό γε μόνον ἀρκεῖν ἡγοῦμαι τό τισιν ἐξ αὐτῶν εἰρημένον, ὅτι διάθεσίς τις παρὰ φύσιν ἡ ῥύσις ἐστί. τίς γὰρ ἡ διάθεσις, εἰ μὴ μάθοιμεν, οὐδὲν ἂν οὐδέπω πλέον εἰδείημεν, ἆρά γε χάλασίς τις, ἢ μαλακότης, ἢ ἀραιότης. οὐδὲν γάρ ἐστιν ἀποῦσαί τι σαφὲς οὐδὲ αὐτῶν λεγόντων, ἀλλ’ ὅ, τι ἂν ἐπέλθοι, νῦν μὲν τοῦτο, αὖθις δὲ ἐκεῖνο, πολλάκις δὲ καὶ πάντα ἅμα, ὥσπερ οὐδὲν διαφέροντα. καὶ εἴ τις ἐπιχειρήσειε διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις. οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν. ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν, τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται· καὶ ὡς παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα πάντα διώρισται. προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται, καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν. εἶτ’ αὖθις ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις. εἶθ’ ὑποτίθενται πόρους, τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς δὲ μεμυκέναι, καὶ διὰ τοῦτο ἀμφότερα τὰ πάθη πεπονθέναι. τινὲς δὲ οὖκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν ἅμα πόρον συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον· οὕτως ἐπίπαν τόλμης ἥκουσιν. ὀλίγοι δέ τινες ἐξ αὐτῶν, ὑπομεῖναι δυνηθέντες ἐπιπλέον ὑπὲρ ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι, μόλις ποτὲ μεταγνόντες ἐπὶ τὸ ἀληθὲς τρέπονται. τούτοις μὲν οὖν, καὶ ὅσοι μετ’ ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται. τὸ δὲ νῦν εἶναι τοῖς εἰσαγομένοις χρήσιμον, πρὸς αὐτοὺς βραχέα εἰπεῖν δίκαιον. ηὐξάμην δ’ ἄν τι κᾀκείνοις ἀπ’ αὐτῶν ὄνασθαι. γένοιτο δ’ ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες, αὐτὸν τὸν λόγον ἐξετάσαιεν ἐφ’ ἑαυτοῖς. ἔχει δὲ ὁ λόγος, ὡς ἡ καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν ὄγκος ἐστὶν ὀδυνηρὸς, καὶ ἀντίτυπος, καὶ σκληρὸς, καὶ θερμὸς, οὐδέν τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν  ἑαυτῆς λόγον, ἢ σκληρότερον, ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος, ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ, καὶ διὰ τοῦτο τεταμένον. οὐ μὴν, εἴ τι πάντως τέταται, τοῦτο πυκνότερον γέγονεν, ἢ σκληρότερον ἑαυτοῦ. μάθοις δ’ ἂν ἐπί τε βυρσῶν αὐτὸ καὶ ἱμάντων, καὶ πλοκάμων, εἰ πάντη διατείνειν ἐπιχειρήσαις. οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων μελῶν κένωσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει. κενουμένοις δὲ αὐτοῖς εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις γίνεσθαι. τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης, ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται. πύκνωσις δὲ, ἢ ἀραίωσις, οὐδέτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐδὲ ῥύσις, ἢ ἐπίσχεσις. οὔτε γὰρ, εἰ ἀραιὸν ἤδη τι, καὶ ῥεῖν ἐξ αὐτοῦ πάντως ἀναγκαῖον· τί γὰρ, εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον; οὔτ’, εἰ πυκνὸν, ἴσχεσθαι. τὸ γὰρ πολὺ καὶ λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων. βέλτιον οὖν ἦν καὶ αὐτοὺς τοὺς τῶν παλαιῶν ἀναγνόντας τὰς βίβλους μεμαθηκέναι, κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ στεγόμενον αὖθις ἐκκρίνεται. καὶ γὰρ ἀραιουμένου τοῦ περιέχοντος αὐτὸ, καὶ αὐτοῦ τοῦ περιεχομένου τε καὶ πλείονος γενομένου, καὶ σφοδρότερον κινουμένου, καὶ ὑπό τινος τῶν ἐκτὸς ἐφελκομένου, ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου, καὶ οἷον ἀναῤῥοιβδουμένου πρός τινων τῶν ἐντός. εἰ δέ τις ταῦτα πάντα παρεὶς, μίαν αἰτίαν κενώσεως ἡγοῖτο εἶναι τὴν ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γινώσκειν. ἔριον γοῦν, ἢ σπογγίον, ἤ τι τῶν οὕτως ἀραιῶν ἐναργῶς ὁρῶμεν, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχοι, στέγοντα καὶ μὴ μεθιέντα, τὸ πλέον δ’ ἀποχέοντα. τί δή ποτ’ οὖν οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν, καὶ τῶν μυκτήρων, καὶ τοῦ στόματος, καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτο ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων, ἐκρεῖν τι; καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως, ὡς διηθεῖσθαι τὸ ὕδωρ. ἀλλ’ εἰ μέλιτος ἐγχέοις, οὐ διηθεῖται, παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου πόρων. οὔκουν οὐδὲ τοῦτο ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν μηδὲ αὐτὸ τὸ περιέχον σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ’ οὐδ’ ὅτι πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη, τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά τε καὶ ἀπωσαμένη. τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά; αἱ γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται. καὶ παρίημι τὰς λοιπὰς τῶν κενουμένων αἰτίας· ὡσαύτως δὲ καὶ τῶν ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας. οὐ γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα. ὃ δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι. τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν, ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ χρή δηλονότι τὸ μὲν λεπτὸν· ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ κενοῦν. τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται, δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια. τὸ δ’ οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν δὲ ἐπιπεπλεγμένην, οὐκ οἶδ’ ὅπως σωφρονούντων ἐστί. πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ τῇ κενώσει κριτέον τὸ ῥοῶδες, ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνὸν, ἀλλ’ εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν. ὅταν οὖν καθ’ ἅπαν ὅμοιαι τυγχάνωσιν αὗται, καὶ μηδενὶ φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῶν πρόσθεν, ἄλλῳ γε, ἢ τῷ τὸ μὲν ἀποῤῥεῖν τι, τὸ δὲ οὔ· πῶς οὐ δεινὸν ἄτοπον, ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ’ ἐκείνην εἶναι νομίζειν; ἔπειτα δὲ, πῶς οὐδὲ τοῦθ’, ὅπερ ἦν προχειρότατον, ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτε ἐν χειρὶ, μήτ’ ἐν ποδὶ, μήτ’ ἐν πήχει, μήτ’ ἐν βραχίονι, μήτ’ ἐν κνήμη, μήτ’ ἐν μηρῷ, μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος ὤφθη ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον, οἷον ἐκτὸς ἀποχεῖν τι· μόναις δὲ ταῖς ἐν τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ ταῖς ῥισὶν ὑπάρχειν τοῦτο; πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν ἁπάσαις ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδὲ πώποτε μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν τῶν τοῦ σώματος ἀφικνεῖσθαι μορίων, ἀλλ’ ἐν ὀφθαλμοῖς μόνον, καὶ ῥινὶ, καὶ στόματι πολεμεῖν; ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν, ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι πέφυκεν. τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν, τὰ δὲ πυκνά· τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ τοῖς ἴσχεται. καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν οὕτως στεγανῶν ὑγρᾶς οὐσίας, οὐδὲν ἀποῤῥεῖ· σπογγίαν δὲ καὶ τῶν οὕτως ἀραιῶν εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται. τί δὴ οὖν χαλεπὸν ἦν, ἐννοήσαντας αὐτοὺς, ὅσον γε τὸ ἄλλο δέρμα πᾶν στεγνότερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς, καὶ τοὺς μυκτῆρας, καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς; ὅτι γὰρ οὕτω τοῦτ’ ἔχει, δηλοῦσιν αἱ μεθ’ ἑλκώσεως ἐν τοῖς ἄλλοις μορίοις γινόμεναι φλεγμοναί· καὶ γὰρ κἀκείνων ἀποῤῥεῖ τὸ λεπτομερὲς, ὥσπερ ἐν ὀφθαλμοῖς, καὶ ῥινὶ, καὶ στόματι· ἕως δ’ ἂν ἀπαθὲς ᾖ, καὶ πάντως στεγνὸν τὸ δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον, οὐ τὸ τῆς  φλεγμονῆς εἶδος. ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ ὑγρᾷ πίττῃ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγίαν ἢ ἔριον, οὐδὲν ἀποῤῥεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν, ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ’ ἐλαχίστῳ τούτῳ· κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τινι τῶν ὀφθαλμῶν, ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος, ἢ τῷ μὴ περιττεύειν, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. ὥστ’ ἐνδέχεται ταὐτὸν εἶδος τῆς φλεγμονῆς, μηδενὶ διαφέρον ἄλλῳ γε, πλὴν τῷ πάχει τῆς ἐπιῤῥεούσης οὐσίας, ὀφθαλμίαν ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι Μεθοδικοὶ στεγνὴν ὀνομάζουσι, καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης, ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι. πῶς οὖν, ὅταν εἰ μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ, οὐδενὶ ἄλλῳ γε διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων ὄντων, ἕπηται, ποτὲ μὲν ἀποῤῥεῖν τι, ποτὲ δὲ ἴσχεσθαι, διαφερούσας ὑπολαμβάνετε εἶναι τὰς κοινότητας; οὕτω μὲν δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι. τὰ δὲ ἄλλα κατὰ μέρος, οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον, ἀλλὰ καὶ ἐν τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν, ὅσα σφάλλεσθε, τάχα ἂν αὖθις μαθήσετε, εἰ μηδέπω διὰ τούτων ἐπείσθητε. νυνὶ δὲ, ἐπεὶ καὶ τοῖς εἰσαγομένοις ἱκανὰ ταῦτα, καταπαύσω τῇδε τὸν παρόντα λόγον.

الرأس العاشر في مناظرة أصحاب القياس لأصحاب الحيل

ثمّ إنّ صاحب القياس حضر بعد قول صاحب التجربة ما قال، فقال:

لعلّك، يا هذا، إن كنت صحيح العقل، قد اكتفيت بما قال لك صاحب التجربة، وذلك أنّه لا ينبغي لك أن تتوهّم أنّ السنّ، أو الوقت الحاضر من أوقات السنة، أو البلد، أو العلّة البادئة، أو العضو الذي فيه المرض من أعضاء البدن ممّا لا ينتفع بالنظر فيه.

فإن كان قول صاحب التجربة لم يقنعك بعد بإذكاره إيّاك الأمور الظاهرة، لكنّك تحتاج إلی قياس يبيّن لك خطأك، فإنّي أفعل بك ذلك، وأبيّن لك أنّ الأصل الذي عليه مبني فرقتك ضعيف واهٍ. فأقول:

إنّي أسمعكم تقولون إنّ طبّكم هو معرفة جمل ظاهرة. ولست أحصی كم من مرّة سألتكم في أيّ الأشياء توجد تلك الجملة، وكيف نتعرّفها، فلم أقدر إلی هذه الغاية أن أعرف ذلك.

وأنتم إلی هذه الغاية إنّما الاتّفاق بين بعضكم وبعض في الأسماء، وأنتم مختلفون في معانيها. وذلك أنّ بعضكم إنّما يقدّر الاستمساك والاسترسال بالاستفراغات الطبيعيّة. وذلك أنّها إن استمسكت واحتبست، سمّوا احتباسها استمساكاً، وإن أفرطت في الاستفراغ، سمّوا ذلك استرسالاً.

وقوم آخرون منكم، كثير عددهم، يقولون إنّ هذه الأمراض إنّما هي في حالات الأبدان. ويذمّون جدّاً من نظر إلی الشيء الذي يستفرغ.

ولعلّي أن أدلّك أنّ كلّ واحد من الفريقين علی خطأ.

وأقصد بقولي أوّلاً قصد من يحكم علی الأمراض بالاستفراغات الطبيعيّة. وإنّي لأعجب منهم إن كانوا لم يروا قطّ عرقاً، ولا بولاً، ولا قيئاً، ولا برازاً استفرغ أكثر من المقدار الطبيعيّ، قد نفع. وأشنع من هذا كلّه، إن كانوا لم يروا رعافاً قطّ كان به إفراق. فإنّ الرعاف ليس مقداره فقط خارجاً عن الأمر الطبيعيّ، لكنّ جنسه كلّه خارج عن الأمر الطبيعيّ.

فأمّا العرق، والبول، والبراز، والقيء فليس جنسها خارجاً عن الأمر الطبيعيّ، إلّا أنّه ربّما جاوز في مقداره المقدار الطبيعيّ، حتّی أنّي لأعرف مرضی عرقوا حتّی بلّوا لحفاً وقطفاً. وأعرف مرضی آخرين استطلقت بطونهم أكیر من عشرين رطلاً. وليس أحد رأی أن يقطع شيئاً من هذا الاستفراغ. لأنّ الشيء الذي استفرغ هو الشيء الذي كان يؤذي.

علی أنّ من جعل قانونه في جميع الوجوه الاستفراغات الطبيعيّة، فيجب عليه أن يمنع ويحبس أشباه هذا من الاستفراغ.

ولذلك كان قول من جعل جمل الأمراض في حالات الأبدان أشبه، وأقرب إلی الإقناع.

وإنّي لأعجب من هؤلاء أيضاً كيف أقدموا علی أن قالوا إنّ هذه الجمل ظاهرة، من قبل أنّه إن كان ليس الشيء الذي يبرز من البطن هو الاسترسال، لكنّ حال الأبدان التي ينبعث منها ما ينبعث، وليس يمكن أن تظهر تلك الحال لواحدة من الحواسّ، فكيف يقال إنّ جمل الأمراض ظاهرة؟

وذلك أنّه قد يمكن أن يكون حال الاسترسال في المعا الذي يقال له القولون، وفي الأمعاء الدقاق، وفي المعا الذي يقال له الصائم، وفي المعدة، وفي العروق التي بين المعا والكبد وتسمّی مساريقاً، وفي مواضع أخر شتّی، باطنة. وليس يمكن أن ينال واحد من هذه الأعضاء بالحسّ، لا هو، ولا مرضه. فكيف يمكن مع هذا أن يقال إنّ تلك الجمل ظاهرة؟

إلّا أن يقول قائل:

إنّ معنی قولي «ظاهرة» إنّما هو أنّه يستدلّ عليها بعلامات.

فإن كان الأمر هكذا، فلست أعلم ما الفرق بينهم وبين القدماء من الأطبّاء. وكيف يعدونا — إذا كان الأمر كذلك — أن يعلّمونا هذه الصناعة سريعاً في ستّة أشهر.

وليس الطريق الذي يحتاج إليه في تعرّف شيء ممّا يخفی عن الحسّ بصغير، ولا قريب، لكنّ الذي يريد أن يصل إلی ذلك علی ما ينبغي، قد يحتاج إلی علم التشريح حتّی يعلم به ما طبيعة كلّ واحد من الأعضاء الباطنة. ويحتاج أيضاً إلی علم طبيعيّ كثير حتّی يعلم ما فعل كلّ واحد من الأعضاء وما منفعته. لأنّه ليس يمكن أحد أن يصل إلی معرفة مرض عضو من الأعضاء الباطنة دون أن يقف علی هذه الأشياء، ويعرفها. ولست أحتاج إلی أن أقول إنّه يحتاج في هذه الأشياء إلی علم المنطق حاجة شديدة، ليعلم الناظر علماً شافياً أيّ شيء ينتج عن كلّ خبرين، ولا يعتريه في حال من الأحوال شيء من الأغاليط، لا من غيره، ولا من نفسه. فإنّ الإنسان ربّما غلط نفسه من غير إرادة منه لذلك.

وإنّي لمشتاق إلی أن أسئلهم — إن كانوا يعلمون الكلام — ما الانبعاث؟

وذلك أنّي لست أری أنّه يكتفي بهذا وحده الذي قاله قوم منهم:

إنّه حال ما خارجة عن المجری الطبيعيّ.

لأنّا إن لم نعلم: أيّ حال هي، لم يحصل بعد في أيدينا شيء.

أتری تلك الحال استرخاء، أو ليناً، أو تخلخلاً.

ولسنا نفهم عنهم شيئاً مصرّحاً، لكنّهم، كما يجيء علی ألسنتهم، مرّة يقولون شيئاً، ومرّة يقولون غيره. وربّما جمعوها كلّها، كأنّه لا فرق بينهما.

وإن رام أحد أن يعلّمهم أنّ بين هذه الأشياء فرقاً، وأنّ كلّ واحد منها يحتاج إلی علاج خاصّ، لم يصبروا للاستماع منه. لكنّهم يشتمون القدماء، ويقولون إنّ تلخيصهم هذه الأشياء كلّها إنّما كان عبثاً.

فهذه حالهم في ترك الحمل علی أنفسهم في طلب الحقّ.

ولا يحتملون أيضاً أن يسمعوا أنّ ضدّ المسترخي هو المشدّد، وضدّ الليّن هو الصلب، وضدّ المتخلخل المستحصف.

وأنّ احتباس الاسفراغات الطبيعيّة وانبعاثها شيء غير هذه الأشياء كلّها.

وأنّ أبقراط قد لخّص جميع هذه الأشياء، وفصّلها وحدّدها.

لكنّهم يقطعون علی هذه الأشياء بالإقدام والتسرّع، ويقولون: إنّ الورم المسمّی فلغموني هو مرض استمساك، من غير حجّة، ولا نظر.

وهذا الورم عندهم هو انتفاخ يدافع اليد، معه وجع، وحرارة.

ثمّ إنّهم يسمّون أوراماً أخر مرضاً مركّباً، مثل ورم العين، إذا كان معه سيلان، وورم اللوزتين، واللهاة، وأعلی الفم، واللثة.

ثمّ يقولون: إنّ بعض المجاري قد اتّسعت، وبعضها قد انضمّت، فصار فيها لذلك المرضان جميعاً.

ومنهم من لا ينكل أن يدعی أنّه يجتمع في المجری الواحد الاسترسال والاستمساك جميعاً معاً.

وذلك ما لا يسهل أن يقوم في الوهم، فضلاً أن الوجود.

فهذه حالهم في التقحّم علی كلّ شيء.

وقليل منهم قد رأوا أن يصبروا علی أن يسمعوا كلامنا في جميع هذه الأشياء علی شرح أكثر، فبكدّ ما رجعوا، ومالوا إلی الحقّ.

وقد كتبنا لهؤلاء ولجميع من يريد أن يستقصي علم الأمراض الأول الجنسيّة كتاباً مفرداً.

وأمّا الآن فينبغي أن نقول قليلاً من كثير ممّا ينتفع به المتعلّمون من مناقضة أهل هذه الفرقة.

وإنّي لأتمنّی أن ينتفع بما أقول أولائك أيضاً. وذلك يكون إن تركوا الخصومة، والمراء، ومحبّة الغلبة، وتدبّروا قولي فيما بينهم وبين أنفسهم.

وقولي هذا: هو أنّ المرض الذي يسمّونه هم أيضاً فلغموني هو انتفاخ خارج عن المجری الطبيعيّ، معه وجع، ومدافعة لليد، وصلابة، وحرارة. وليس يزيد هذا الورم — من طريق ما هو ورم — العضو الذي هو فيه علی ما كان عليه تخلخلاً، ولا تلازّزاً، ولا صلابة، لكن إنّما يجعل العضو ممتلئاً من المادّة التي عنها كان. ولذلك يجعله متمدّداً. وليس يجب ضرورة — إن كان متمدّداً — أن يكون أكثر تكاثفاً، أو أكثر صلابة ممّا كان.

وتقدر أن تفهم ذلك في الجلود المدبوغة، وفي الأشياء المضفورة، والسيور المشبّكة، إن رمت أن تمدّدها إلی كلّ جهة.

وكذلك أيضاً فإنّ علاج الأعضاء المتورّمة هذا الورم هو الاستفراغ، لأنّ الاستفراغ ضدّ الامتلاء. ومتی استفرغت الأعضاء، لزمها علی المكان أن تصير أرخی ممّا كانت. فالأعضاء الممتلئة لا بدّ أن يلحقها التمدّد. وكذلك لا بدّ للأعضاء المستفرغة من أن يلحقها الاسترخاء. فأمّا الكثافة والسخافة فليس واحد منها بواجب أن يلحقها لا الانبعاث، ولا الامتناع. وذلك أنّه لا يجب متی كان الشيء متخلخلاً أن يسيل منه شيء. لأنّه يجوز أن يكون الشيء الذي فيه غليظاً يسيراً، فلا يسيل منه شيء. ولا يجب أيضاً متی كان الشيء متكاثفاً أن يمتنع ما فيه من السيلان. لأنّه قد يجوز أن يكون ما فيه كثيراً رقيقاً، فينفذ في المجاري وإن كانت ضيّقة.

فالأجود كان لهم أن يقرأوا كتب الأوائل ليعلموا علی كم ضرب يسيل من العضو ما كان قبل ذلك محتقناً فيه.

فإنّ ذلك قد يكون إذا سخف وتخلخل العضو الحاوي له، وإذا رقّ ذلك الشيء الذي يحوی، وإذا كثر، وإذا تحرّك حركة أشدّ، وإذا اجتذبه شيء من خارج، وإذا انتقل عن العضو بسبب من داخل.

فإن ترك أحد جميع هذه الأشياء، وظنّ أنّ علّة الاستفراغ واحدة، وهي اتّساع المجاري، توهّم الناس عليه أنّه لا يعرف الأمور الظاهرة، فضلاً عمّا سواها.

فقد نری عياناً الصوف، والإسفنج، وغيرهما ممّا أشبههما في السخافة والتخلخل، إن كانت فيها رطوبة يسيرة، حصرتها ولم تجر منها. وإن كانت فيها رطوبة أكثر، سالت وانبعثت.

فما بالهم لا يتوهّمون هذا بعينه علی العينين أيضاً، والمنخرين، والفم، وسائر الأعضاء التي هي من السخافة علی مثل هذه الحال، أنّه قد يمكن أن يسيل منها شيء بسبب كثرة الرطوبات المحتبسة فيها، لا بسبب اتّساع مجاريها.

وقد رأينا أيضاً من الجرار مراراً كثيرة ما بلغ من تخلخلها أن يرشح منها الماء. فإن كان فيها عسل، لم يرشح منها شيء، لأنّ جوهر العسل أغلظ من أن ينفذ في خلل جرم الجرّة.

فما كان هذا ممّا يبعد عليهم توهّمه أنّه قد يرشح شيء مراراً كثيرة لرقّته، وإن كان الجرم الذي يحويه لم يتغيّر عن طبيعته.

وليس يعسر أيضاً علی من شاهد أعمال هذه الصناعة أن يعلم أنّ الطبيعة التي تدبّر البدن قد تستعمل مراراً كثيرة شدّة قوّتها، فتدفع عن البدن جميع ما فيه من الفضول، كأنّها تعصرها وتقذفها.

فإنّ بحرانات الأمراض في أكثر الحالات كذلك تكون.

وأنا تارك ذكر أسباب استفراغ ما يستفرغ من البدن، وكذلك أيضاً فإنّي أدع أسباب احتباس ما يحتبس فيه التي عددها مساوٍ لعدد تلك، لأنّها أضدادها، لأنّ هذا الكلام ليس ممّا يبلغه فهم القوم الذين قصدنا قصدهم.

وأنا راجع إلی شيء أظنّ أنّهم يقربون من فهمه، وهو أن أبيّن لهم أنّه قد يمكن في حال من الأحوال أن يسيل شيء من العين إمّا لكثرة الشيء الذي ينصبّ إليها، وإمّا لرقّته، وإمّا لأنّ الطبيعة دفعته، وقذفته من ذلك الموضع، ولم يتغيّر جرم العين البتّة عن طبيعته.

وينبغي عند ذلك إن كان الشيء الذي يجري رقيقاً أن يغلظ، وإن كان كثيراً أن يستفرغ، وإن كانت الطبيعة حرّكته، ثمّ كانت في وقتها تبعث ما تبعث من غير أن تحدث حدثاً بتّة في جرم العين، إذ كان ليس جرمها سبب سيلان ما يسيل.

فأمّا الظنّ أنّ ورماً ما هو مرض احتقان، وورماً آخر هو مرض انبعاث، وورماً آخر هو مرض مركّب، فلا أعلمه يكون من عاقل.

وذلك أنّي أقول إنّهم أوّلاً قد نسوا قولهم: إنّه ليس ينبغي أن نحكم علی الاسترسال بالاستفراغ، ولا علی الاستمساك بالاحتباس، لكنّه إنّما ينبغي أن ننظر إلی نفس حالات الأبدان.

فإذا كانت هذه الحالات في جميع الأمور متشابهة، وليس يظهر أنّ بين هذا الورم الذي حدث الآن وبين الورم الذي كان قبله فرقاً سوی أنّه يجري من أحدهما شيء ولا يجري من الآخر، فلا شيء أشنع من أن يسمّی هذا الورم مرضاً مركّباً، ويسمّی الآخر مرض استمساك.

ثمّ كيف لم يحضرهم الفكر في هذا — وهو من أسهل الأشياء وأقربها — أنّه لم نر قطّ هذا الصنف من الورم حدث في الكفّ، ولا في الذراع، ولا في العضد، ولا في القدم، ولا في الساق، ولا في الفخذ، ولا في شيء من سائر أعضاء البدن حتّی يجري من الورم شيء إلی خارج. وإنّما هذا خاصّة للأورام التي تكون في الفم، والعينين، والمنخرين.

أتری خالق الحيوان أمر جميع هذه الأمراض المركّبة ألّا يعرض شيء منها لواحد من سائر أعضاء البدن، وخصّ بها العينين، والمنخرين، والفم بالمجاورة؟

أو الورم قد يمكن أن يكون في جميع الأعضاء التي يمكن فيها قبول أسباب تولّده.

إلّا أنّه لمّا كان بعض الأعضاء في طبعه سخيفاً متخلخلاً، وبعضها كثيفاً متلزّزاً، صار يرشح من بعضها ما يسيل إليه، ويحتبس في بعضها.

فإنّك إن ملأت زقّاً، أو غيره ممّا هو في حاله من الكثافة، جوهراً رطباً، لم يسل منه شيء. فإن ملأت إسفنجاً، أو غيره من الأشياء التي هي في حاله من التخلخل، جوهراً رطباً، سال منه علی المكان كلّ ما هو فيه فضل عمّا يحتمل. وما كان هكذا، فما يعسر أن يتفكّروا فيه، فيعلموا كم فضل كثافة الجلد كلّه الذي علی سائر البدن علی الغشاء الذي علی العينين، وعلی المنخرين، وعلی الفم، فيقولوا إنّ السبب في سيلان ما يسيل من هذه الأعضاء، إذا تورّمت، إنّما هو طبيعتها، ويدّعوا التركيب، والهذيان الطويل.

وممّا يدلّ علی أنّ هذا كما وصفت الأورام التي تكون مع جرح في سائر الأعضاء. لأنّه قد يسيل من تلك الأورام أيضاً أرقّ ما فيها، كما يسيل من العينين، والمنخرين، والفم. فأمّا ما دام الجلد متّصلاً، لم ينهتك منه شيء، فسبب الاحتباس إنّما هو منه، لا طبيعة الورم.

وكما أنّك أيضاً إن أخذت إسفنجاً، أو صوفاً، فغمسته في عسل، أو في زفت رطب، ولم يكن مقدار العسل أو الزفت مفرطاً جدّاً، لم يسل منهما شيء لغلظ تلك الرطوبة.

وكذلك يعرض إن غمست الصوف أو الإسفنج في ماء أو في شيء ممّا حاله في الرقّة حال الماء، إلّا أنّ مقداره مقدار يسير جدّاً.

كذلك ليس في كلّ حال يسيل شيء من العين إمّا لغلظ الرطوبة التي انصبّت إليها، وإمّا لأنّه ليس فيها فضل، كما قد نری في العين إذا كانت باقية علی طبيعتها.

فقد يمكن إذن أن يكون نوع واحد من الورم المسمّی فلغموني لا فرق فيما بينه وبين غيره إلّا في غلظ الرطوبة التي سالت إلی العين يفعل رمداً ليس معه سيلان، وهو الذي يسمّيه أهل هذه الفرقة الذين هم عند أنفسهم حكماء جدّاً مرض استمساك. ويتوهّمون أنّ بينه وبين الورم الذي يسمّونه مركّباً فرقاً. وينسون قولهم الذي لا يزالون يرفعونه مرّة، ويخفضونه أخری، ويرتكضون فيه، ويقولون: إنّ حالات الأمراض إنّما هي في نفس الأبدان، لا في الرطوبات التي تحتبس فيها، وتنبعث منها.

فكيف إذا كانت الحال التي حدثت في نفس الأجسام حالاً واحدة، لا فرق فيها.

وإنّما لزم من قبل طبيعة الرطوبات بحسب رقّتها وغلظها أن يجري منها شيء مرّة، ويحتبس أخری.

ويظنّون أنّ المرضين مختلفان.

فهذا ممّا يدلّكم أيضاً علی أنّ المرض المركّب الذي تقولون ممّا لا يفهم.

وأمّا سائر خطائكم في شيء شيء من الأمراض التي تعالجونها بالتدبير، وليس في تلك فقط، لكنّ في الأمراض التي تعالجونها باليد، وفي الأمراض التي تعالجونها بالأدوية، فلعلّكم ستعرفون هذا كلّه بعد، إن لم يكن أقنعكم ما قلناه بعد في كتابنا هذا.

وأمّا الآن فما قلناه في هذا الباب قد يكتفي به المتعلّمون.

ولذلك فإنّي قاطع الكلام في هذا الموضع.