Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sectis ad eos qui introducuntur (On Sects for Beginners)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ.

Τῆς ἰατρικῆς τέχνης σκοπὸς μὲν ἡ ὑγεία, τέλος δὲ ἡ κτῆσις αὐτῆς. ἐξ ὧν δ’ ἄν τις ἢ μὴ παροῦσαν ὑγείαν ἐργάζοιτο, ἢ παροῦσαν διαφυλάττοι, γινώσκεσθαι μὲν ἀναγκαῖον τοῖς ἰατροῖς. καλεῖται δὲ τὰ μὲν ἐργαζόμενα μὴ οὖσαν ὑγείαν, ἰάματά τε καὶ βοηθήματα, τὰ δὲ φυλάττοντα τὴν οὖσαν ὑγείαν, ὑγιεινὰ διαιτήματα. ταυτ’ ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν, ὑγιεινῶν καὶ νοσερῶν ἐπιστήμην ὁ παλαιὸς λόγος φησίν· ὑγιεινὰ μὲν καλῶν, τά τε φυλάσσοντα τὴν οὖσαν ὑγείαν, καὶ τὰ τὴν διεφθαρμένην ἀνασώζοντα· νοσερὰ δὲ τἀναντία τούτων. δεῖται γὰρ ἀμφοῖν ὁ ἰατρὸς τῆς γνώσεως, ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν, τὰ δὲ φυγεῖν. ὅθεν δὲ τὴν τούτων ἐπιστήμην εὐπορίσαντο, οὐκέθ’ ὁμοίως παρὰ πᾶσιν ὡμολόγηται, ἀλλ’ οἱ μὲν τὴν ἐμπειρίαν μόνην ἀρκεῖν φασι τῇ τέχνῃ, τοῖς δὲ καὶ ὁ λόγος οὐ μικρὰ δοκεῖ συντελεῖν. ὀνομάζονται δὲ, οἱ μὲν ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενοι, παρωνύμως ἐκείνῃ ἐμπειρικοί· ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ λόγου, λογικοί. καὶ δύο εἰσὶν αὗται πρῶται τῆς ἰατρικῆς αἱρέσεις, ἡ μὲν ἑτέρα, διὰ πείρας ἰοῦσα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν, ἡ δὲ ἑτέρα, δι’ ἐνδείξεως. καὶ ὀνόματά γε ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικήν τε καὶ λογικήν. καλεῖν δέ εἰσιν εἰθισμένοι, τὴν μὲν ἐμπειρικὴν, τηρητικήν τε καὶ μνημονευτικήν· τὴν δὲ λογικὴν, δογματικήν τε καὶ ἀναλογιστικήν. καὶ τοὺς ἄνδρας ὁμοίως ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικούς τε καὶ τηρητικοὺς καὶ μνημονευτικοὺς τῶν φαινομένων, ὅσοι τὴν ἐμπειρίαν εἵλοντο· λογικοὺς δὲ καὶ δογματικοὺς καὶ ἀναλογιστικοὺς, ὅσοι τὸν λόγον προσήκαντο.