Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν. Ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει· ὁ δ᾿ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν, οἷον ἐν τῷδε τῷ λόγῳ. Ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; Οὔ. Ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται. Ἆρ᾿ ἐστί τι τῶν πάσχειν ποιεῖν τι; Οὔ. Οὐκοῦν τὸ τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται, καὶ πάντα πάσχειν τι σημαίνει· πάλιν δὲ τὸ λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται· ἀλλὰ μὴν τό γ᾿ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν τι ἅμα καὶ ποιεῖν. Εἰ δέ τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτὸ ποιεῖν καὶ πεποιηκέναι, τὸ ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖ γὰρ τούτου τοῦ ἐρωτήματος· ἀλλ᾿ ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, καὶ ὅσα ἄλλα ὁμοίως λέγεται. Τὸ γὰρ λοιπὸν αὐτὸς προστίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον· τὸ δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. Τὸ αὐτὸ δὲ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις· οἴεται γὰρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τὸ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ ἐφ᾿ ἓν βλέπων λέγει τὸ ὁμώνυμον· οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.

Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει ἀπέβαλεν· ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους. Ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσον δὲ μὴ ἔχει ἢ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. Ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. Εἰ οὖν ἤρετο ἐξ ἀρχῆς εἰ ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ᾿ ἢ τοσαῦτα ἢ τούτων τι. Καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. Οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. Ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ᾿ ὡς οὐκ εἶχε, τὸν ἕνα. Τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ᾿ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ᾿ ἄλλου. Ὥσπερ οὖν εἰ ἤρετο ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. Καὶ φανερὸν ὅτι οὐ συλλελόγισται· τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ᾿ ὧδε διδόναι ἐστίν· ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυπηρῶς.

Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες. Ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; Οὐ γὰρ ἔχει ἕνα μόνον. Λύουσι μὲν οὖν τινὲς λέγοντες καὶ ὡς ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ᾿ ὁτιοῦν ὁ πλείω ἔχων. Οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβεν· ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον· καὶ οὗτός γ᾿ ἔχει, φασί, μίαν μόνην παρὰ τούτου ψῆφον. Οἱ δ᾿ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει, ἔχειν ὀξύν. Ἀλλ᾿ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων· οἷον εἰ ἔστι μὲν ὃ ἔστι δ᾿ ὃ οὔ, ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται· ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη λύσις· ἐν δὲ τοῖς προειρημένοις πάντων διδομένων οὐδέ φαμεν γίνεσθαι συλλογισμόν.

Ἔτι δὲ καὶ οἵδ᾿ εἰσὶ τούτων τῶν λόγων. Ἆρ᾿ ὃ γέγραπται, ἔγραφέ τις; Γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος· ἦν δ᾿ ἀληθής, ὅτ᾿ ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής. Τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. Καὶ ἆρ᾿ ὃ μανθάνει ὁ μανθάνων, τοῦτ᾿ ἐστὶν ὃ μανθάνει; Μανθάνει δέ τις τὸ βραδὺ ταχύ. Οὐ τοίνυν ὃ μανθάνει ἀλλ᾿ ὡς μανθάνει εἴρηκεν.Καὶ ἆρ᾿ ὃ βαδίζει τις πατεῖ; Βαδίζει δὲ τὴν ἡμέραν ὅλην. Ἢ οὐχ ὃ βαδίζει ἀλλ᾿ ὅτε βαδίζει εἴρηκεν· οὐδ᾿ ὅταν τὴν κύλικα πίνειν, ὃ πίνει ἀλλ᾿ ἐξ οὗ. Καὶ ἆρ᾿ ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδεν; Ὦν δὲ τὸ μὲν εὗρε τὸ δ᾿ ἔμαθε, τὰ ἄμφω οὐδέτέρον. Ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ἅπαντα. Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ᾿ αὐτὸν καὶ τοὺς καθ᾿ ἕκαστον. Τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν οὐ τόδε τι, ἀλλὰ τοιόνδε τι ἢ πρός τι ἢ πῶς ἢ τῶν τοιούτων τι σημαίνει. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἢ ἕτερον; Τὸ μὲν γὰρ τόδε τι τὸ δὲ τοιόνδε σημαίνει, ὥστ᾿ οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι· οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ ὅπερ τόδε τι εἶναι συγχωρεῖν. Οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστιν. Οὐδ᾿ εἴ τις τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ᾿ ὅπερ ποιόν, οὐδὲν διοίσει· ἔσται γὰρ τὸ παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον ὁ ἄνθρωπος. Φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ᾿ ἤτοι ποιὸν ἢ πρός τι ἢ ποσὸν ἢ τῶν τοιούτων τι σημαίνειν.

〈حل التبكيتات الناشئة عن شكل القول〉

وبهذه يتبين كيف يناقض من لم يجعل مخرج الكلام بما هو عليه من مخارجهم، لا سيما إذا كان لنا فى الحاصل أجناس النعوت. لأن أحد الاثنين أعطى عند ما سئل ألا يكون شىء من هذه التى تدل على شىء، والآخر ثبت وجود شىء من المضاف أو من الكمية مظنون أنه دليل على شىء من أجل اللفظ به، كقولك: هل يمكنك أن تكون فاعلا —

لشىء وقد فعلت فعالا، ولكن قد يمكن فى حال نظرك إلى الشىء قد نظرت إليه معا، فلا محالة أنه يكون شيئا منفعلا فاعلا معا. وكذلك يقال إن فلانا حس، فان ذلك دليل على مفعول وفاعل. ومن ذلك أيضا إذا قيل: قد تكلم، أو أحضر، أو نظر، فجميعها يشابه بعضها بعضا: فالنظر من العين إنما هو أن يحس شيئا، وبذلك وجب أن يكون فاعلا مفعولا معا. فمن أعطى أنه لا يمكن الشىء أن يكون معا فاعلا وقد فعل، ثم زعم أن ذلك ممكن فى النظر من العين أن يكون يرى وقد رأيت، فقائل هذا القول لم يضل بعد، إن لم يقل إن النظر من العين أنفعال لا فعل، فانه محتاج إلى هذه المسئلة. وإن كان مظنونا به عند السامع أنه قد أعطى وأنه فعل شيئا فقوله: «يقطع»، أو «قد قطع»، وكذلك حال ما كان من هذا النحو: لأن ما ينقض من الكلام فالسامع يزيده وينجمه لمكان أشباهها، أو أنها تقال بنحو واحد؛ وغير هذه قد تقال، إلا أنها ليست مشابهة، وإن كانت تتخيل أنها مشابهة لمكان اللفظ. فذلك الذى يعرض من اشتراك الأسماء هو بعينه يعرض لهذه: لأن الجاهل بالضلال يظن أن الذى أثبت فى المشتركة من الأسماء إياه يقال للاسم؛ وما كان كذلك فهو محتاج إلى المسئلة عنه إن كان عنى بالمشتركة من الأسماء شيئا واحدا: وإن كان لم يعط ذلك فعند ذلك ما يكون فى قوله التضليل.

ومما يشبه هذا الكلام أن يقول القائل إن كان لأحد شىء فأخبر أنه لم يكن له، فهل طرحه وألقاه؟ فالذى األقى كعبا واحدا فقط لا يكون أن تكون له عشرة كعاب، أو ما ليس هو الآن لأحد وقد كان له أولاً إياه ألقى، وليس بمضطر أن يلقى ما لم يكن له أو كل ما كان له. ولكن السائل لما سأل فقال ما هو له ألحقها بالجميع، لأن العشرة كمية. فلو كان هذا أول ما سئل قال: هل ما لم يكن لأحد الآن وقد كانت له أولاً، جميعا ألقى؟ لما أجابه المجيب إلا إما بجميعها وإما بشىء منها. — ولو لم يعط الإنسان ما له لأنه ليس له كعب واحد يعطى أو لم يعط ما ليس له

ولكن كمن لم يكن له واحد. فأما قوله: «فقط» فليس يدل على مشار إليه، ولا يدل على صفة، أو مثل كم، ولكن كمضاف إليه، إلا أنه ليس مع آخر، كما أنه لو سأل فقال: هل يعطى أحد ما ليس فى ذلك، فلم يجب، لم يسأل: أيعطى سريعا، أو ليست له سرعة؟ فأجاب: بـ «نعم»، لكن قد أثبت أنه يعطى ما ليس له. وهذا بين أن ليس فيه تأليف مقياس، لأن قوله: «يعطى سريعا» ليس على شىء مشار إليه، ولكن على الكيف والمثل، كقولك: قد يعطى المعطى الشئ لا كما كان له، أى قد كان له سرور وأعطاه بغم.

وهذا أيضاً يشبه هذه الأقاويل إذا أنت قلت: هل يضرب ضارب بيد ليست له؟ أو يرى بعين ليست له، وليس عيناه عينا واحدة؟ وقد أجاب أقوام فى ذلك، فقال بعضهم إنه يراد بهذا القول كمن له عين واحدة. وقال بعضهم إن الذى له أعين كثيرة يرى كمن له عين واحدة؛ ومعنى الكثير داخل فى الواحد. وآخرون يبطلون المسئلة ويزعمون أنه يمكن أن يكون فى يد الإنسان ما لم يأخذ — كقولك: أخذ الإنسان شراباً لذيذا، ففسد بعد الأخذ، فصار حامضا. — ولكن كل هذا الكلام كالذى قيل أولا إنما ينقضون به على القائل له، لا على القول. فلو كان هذا نقضا، لما كان — إذا أعطى ما يضاد قوله — قادرا على نقضه كالذى يراه فى غير هذا النحو — مثل قولك: يمكن أن يكون شىء، ويكون ألا يكون ينقض ذلك فى أن كان أعطى القول فى الجملة مرسلا، فله جماع ونتيجة. وإن لم تكن له نتيجة وجماع فليس ذلك بنقض، فأما التى قيلت كلها، وإن أعطاناها قائلها، فلسنا نزعم أنها تأليف مقياس.

وهذا أيضا من هذا الكلام نقول: هل من كتب أخذ كتابة، والمكتوب الآن كلمة كاذبة أنك أنت قاعد، وقد كان هذا القول حقا عندما كتب، فلا محالة أنه حين كتب فقد كان فيه معا صدق وكذب. فالقول، صدقا كان أو كذبا، أو ظنا، فليس يدل على شىء مشار إليه فيقال: هذا، بل هكذا، أم الكيف. — والمثل وأيضا يقول هل الشىء الذى يتعلمه المتعلم إياه يتعلم بعينه، فقد يتعلم الإنسان الإبطاء والسرعة وليس أنفسهما يعلم، ولكن كالذى يعلم قال. — ويقول أيضا: هل ما مشى فيه الإنسان إياه ومشيه فى كل النهار. ولكن ليس ما فيه مشا بقائل عما فيه مشى؛ قال وأشياء يقولها إن شارب الكأس إنما شرب الكأس، ولكنه شرب منه أو به. — وكذلك إذا قلنا هل 〈ما〉 علمه أحد إنما علمه بأن وجده واستفاده؛ فهو إذا وجده فلم يستفده لم يعلمه وإن استفاده فلم يجده لم يعلمه. — ومن ذلك أن يقول القائل: هل يكون ثالث — غير القائل وغير كل واحد من المفردين — إنسان؟ وقولك: الإنسان الجامع للكل ليسا يدلان، لأن كل شىء مشار إليه فيقال: هذا؛ ولكن يدلان على قول القائل كهذا من المثل، أو المضاف، وأيما كان شبيها بهذا النحو. وكذلك إذا قلت: فلان! فأمسكت، كان فلان ذلك غير فلان الملهى، لأن أحدهما يدل على مشار إليه والآحر يدل على الشبه، أى: كهذا. وكذلك لا يجوز أن يوضع، لأن الوضع لا يفعل الإنسان الثالث، بل إذا ألحق به ما كان له وضعه لأن ليست حالته فى الوضع بأن يقال فلان أم إنسان، أو أن يلحق بمعنى الكيف، وإلا لم يكن فرق بينه وبين غيره، بل سيكون واحد من الكثير. ومن المعروف أنا لا نعطى نعتا جاريا على الكل بشىء مشار إليه، بل نقول إنه يدل على كيف أو مضاف أو كم أو على شىء من هذا النحو.