Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ ἢ πῶς ἢ πρός τι λέγεσθαι καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι. Τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῇ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πῶς, ἢ τὸ μὲν πῇ τὸ δ᾿ ἁπλῶς, οὐδὲν κωλύει. Ὥστ᾿ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος. Τοῦτο δ᾿ ἐν τῷ συμπεράσματι θεωρητέον πρὸς τὴν ἀντίφασιν.

Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ᾿ ἔχοντες. Ἆρ᾿ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; Ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν. Ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γὰρ ἔσται τι τῶν ὄντων. Ἆρ᾿ ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; Ἆρ᾿ ἐγχωρεῖ τὸν αὐτὸν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; Ἢ οὔτε τὸ εἶναί τι καὶ εἶναι ταὐτόν; Τὸ δὲ μὴ ὄν, οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς· οὔτ᾿ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ εὐορκεῖν, ὁ δ᾿ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ· οὐδ᾿ ὁ ἀπειθῶν πείθεται, ἀλλά τι πείθεται. Ὅμοιος δ᾿ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν· ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι, δύσκολον φαίνεται. Κωλύει δ᾿ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, πῇ δ᾿ ἀληθῆ ἢ τινός, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ πότε· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν. Ἆρ᾿ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; Ἀλλὰ τῷ ἄφρονι καὶ μὴ ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν. Ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει ἀγαθόν; Ἀλλ᾿ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν. Ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ᾿ οὐ νῦν ἢ οὐκ ἐνταῦθ᾿ ἀγαθόν. Ἆρ᾿ ὃ μὴ βούλοιτ᾿ ἂν ὁ φρόνιμος, κακόν; Ἀποβαλεῖν δ᾿ οὐ βούλεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν. Οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν. Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Οὐ γὰρ εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστὶ κακόν· οὔκουν τὸ κακὸν βούλεται, ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθὸν ἀγαθόν. Καὶ ἡ νόσος κακόν ἐστιν, ἀλλ᾿ οὐ τὸ ἀποβαλεῖν νόσον. Ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; Ἀλλ᾿ ἀποθανεῖν ἀδίκως αἱρετώτερον. Ἆρα δίκαιόν ἐστιν τὰ αὑτοῦ ἔχειν ἕκαστον; Ἃ δ᾿ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν ᾖ ψευδῆ, κύριά ἐστιν ἐκ τοῦ νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον. Καὶ πότερα δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα; Ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν· ταῦτα δ᾿ ἦν ἄδικα. Οὐ γὰρ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως· ἀλλ᾿ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως. Καὶ τὸ ἔχειν τὰ αὑτοῦ δίκαιον, τὸ δὲ τἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος· οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. Ὁμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι· οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. Ὤστ᾿ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.

〈حل التبكيتات الناشئة عن استعمال الحدود المطلقة أو النسبية〉

فأما إذا كان متى وأين وكيف فذاك مضاف، وبعضه ليس بمرسل. ويجب تفقد نتيجته كيف حالها فى التناقض إن كان يمكن عرض شىء من هذه لها، لأن المتضادة والمختلفة فى الإثبات والنفى لا يمكنها أن توافى 〈فى〉 شىء واحد. ولا يمتنع فى الجملة من أن يكون فيها بعض هذه: إما كيف وإما أين وإما متى، من أجل ذلك القول ما كان فيه كيف أو متى. فلم يكن فى ذلك بعد تضليل. وذلك إنما يعرف من النتيجة وحالها فى التناقض.

وهذا لجميع ما يشبه هذا الكلام، ونقول إنه لا محالة هل يمكن وجود ما ليس، فقد يرى أنه يوجد شىء ليس بموجود. فعلى هذا النحو: الموجود ليس بموجود، لأنه ليس يصير شيئاً من الأشياء. فمن ذلك أن نقول أيضا إنه — يمكن الإنسان أن يصدق فى أيمانه وأن يخفر معا، وأن يطبع وأن يعصى. وليس يستوى أن يكون الشىء محصورا وأن يكون مرسلا، ولا إن حلف حالف صادقا كان مضطرا أن يكون فى وقت من الأوقات أو ضرب من الضروب صادقا، لأن من حلف أن يحث فقد صدق فى حثه فقط، وليس بصادق فى غيره. وكذلك القول فى الطاعة والعصيان معا، والكذب والصدق معا. — ولكن من أجل أنه لا يستبين حسنا بأن يرى الأمرين بحيث التكلم بالصدق أو بالكذب، لذلك ما تخيلت فيه الصعوبة. وليس يمتنع — من أن يكون مرة صادقا، ومرة كاذبا، أو شيئا صادقا وشيئا غير صادق. وكذلك نقول فيما كان مضافا إلى متى وأين. فكل ما كان شبها بهذا الكلام إما يعرض فيه التضليل من هذه الجهة. ومن ذلك أن نقول لا محالة إن الصحة والغنى خير، إلا أنهما عند الأحمق الذى لا يستعملها كالذى ينبغى ليسا بخير؛ فهما ليسا بخير. ومن ذلك أن نقول: إيجاد فى الهذر خير، وربما لم يكن بخير. فقد صار الشىء خيرا [أ] وغير خير معا. وليس يمتنع من أن يكون الشىء بجهة خيرا، وبجهة غير خير، أو فى وقت من الأوقات إلا فى الآن، أو فى مكان ما، لا فى غيره. ومن ذلك أن يقول إن مالا يريده الحكيم فذاك شر؛ وليس يريد الحكيم اطراح الخير، فالخير بذلك شر؛ وليس يستوى أن يقول القائل إن الخير شر وإن إطراح الخير شر؛ وعلى هذا النحو يجوز الكلام فى السارق —

وليس لأن السارق شر وجب أن يكون أخذ الشىء شرا، لأن ليس كل أحد يريد الشر؛ ولأخذ فى نفسه خير. ومن ذلك أن المرض شر، وليس استدفاع المرض بشر. ونقول أيضا لا محالة أن العدل وما كان بالعدل مقدم على الجور وما كان من الجور، إلا أن منية الإنسان بأن يكون مظلوما مقدمة على المنية بعدل. — ويجب بذلك أن يكون الظلم مقدما على العدل؛ ولكن إذا كانت المنية على جهة ظلم أصلح للمبتلى بها من المنية بعدل، 〈لم〉 يجب لذلك أن يكون الجور مقدما على العدل، بل العدل فى الجملة مقدم. وليس يمتنع أحد من أن يكون ميتا بظلم الله، والظلم عنده خير من العدل. ومن هذا النحو أيضا أن يقول إن ما حكم به الحاكم فكان عدلا بظنه والحكومة فى نفسها باطل، فذاك يجب ثباته فى السنة. فأن يوجب ذلك فلا محالة أن الشىء فى نفسه جور وباطل وعدل وجور، إلا أنه لا تمتنع تلك الحكومة من أن تكون بجهة من الجهات عدلا فى جملة الحكومات. وكذلك قد تكون أشياء جائرة فى نفسها ويقال أنها عادلة لمكان ما قيلت عادلة كمثل المتناقضين. فالقول لا يجب لذلك أن يكون نقضه بالفعل. من أجل ذلك إذا كانت المقولة عليها جائرة لا يمتنع القول من أن يكون عدلا وإن لفظ بالجور، لأنه يقول كلام حكاية للظلم زعت للعدل.