Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ᾿ αὐτοῦ τοῦ λόγου δεικτέον. Ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. Ἢ γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον· ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ᾿ εἶναι μετὰ τοῦδε. Ἢ κατὰ τὰς ἀντιθέσεις· εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. Παρ᾿ ὃ καὶ ὁ τοῦ Μελίσσου λόγος· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ᾿ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. Τὸ δ᾿ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.