Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Sophisticis Elenchis (On Sophistical Refutations)

Περὶ δὲ τῶν σολοικισμῶν παρ᾿ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον, ὡς δὲ λυτέον, ἐπ᾿ αὐτῶν τῶν λόγων ἔσται φανερόν. Ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται κατασκευάζειν. Ἆρ᾿ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; Φῇς δ᾿ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. Ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ᾿ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον· εἰ οὖν ἔροιτό τις, ἆρ᾿ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ᾿ εἰ ἔροιτο, ἆρ᾿ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; Ξύλον δ᾿ εἶπεν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ᾿ ἄρρεν σημαίνει, οὐδὲν διαφέρει. Διὸ καὶ οὐ γίνεται σολοικισμός, εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον. Ὁ δὲ λίθος καὶ τὸ οὗτος ἄρρενος ἔχει κλῆσιν. Εἰ δή τις ἔροιτο, ἆρ᾿ οὗτός ἐστιν αὕτη; εἶτα πάλιν, τί δ᾿; οὐχ οὗτός ἐστι Κορίσκος; εἶτ᾿ εἴπειεν, ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελόγισται τὸν σολοικισμόν, οὐδ᾿ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσερωτηθῆναι. Εἰ δὲ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον. Ὁμοίως οὖν δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν οὗτος. Εἰ δὲ μήτε ἔστι μήτε δίδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. Ἆρ᾿ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα. Ἢ οὐκ ἀνάγκη, εἰ μὴ τὸ αὕτη ἀσπίδα σημαίνει ἀλλ᾿ ἀσπίς, τὸ δ᾿ ἀσπίδα ταύτην. Οὐδ᾿ εἰ ὃ φῂς εἶναι τοῦτον, ἐστὶν οὗτος, φῂς δ᾿ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν. Ἆρ᾿ ἐπίστασαι τοῦτο; τοῦτο δ᾿ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος. Ἢ οὐ ταὐτὸ σημαίνει τὸ τοῦτο ἐν τῷ ἆρ᾿ ἐπίστασαι τοῦτο καὶ ἐν τῷ τοῦτο δὲ λίθος, ἀλλ᾿ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. Ἆρ᾿ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ᾿ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου. Ἢ τὸ μὲν τούτου λίθου λέγεις, τὸ δὲ τοῦτον λίθον· ἐδόθη δ᾿, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι, οὐ τούτου, ἀλλὰ τοῦτο, ὥστ᾿ οὐ λίθου ἀλλὰ τὸν λίθον.

Οτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων.