Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

29. Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χείλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται. Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, μετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου ῥινήματα καὶ δάφνης φύλλα κόψας· καὶ λούειν πολλῷ καὶ θερμῷ. Ὅταν δὲ νεόλουτος ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι. Τὸν δὲ χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεί, δαῖδα ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον· τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ· καὶ τοῦ ζῶμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν, καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω· καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινὶ δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ’ οὗπερ οὐ κυΐσκεται· καὶ ὅτε οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων ἥν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ἰσχυρότερα, τελευτῶν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον καὶ δάκνει· ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν. Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

اذا احتاجت المرأة الى الولد والحبل ولم تحبل قط ولم تلد فاعلم أن فم رحمها جاس أو جاف أو منضم وليس بمستوى بل هو مائل الى ناحية الورك أو الشرج أو هو منجذب الى فوق أو الرحم مملس فمها أو هى خشنة أو جاسية جدا منضمة جدا أو قد يحسن الطمث أيضا من كثرة الحرارة ومن كثرة يبس البدن فأما المنى فلا تقبله الرحم اذا كان فمها فاسدا أعنى اذا كان رطبا جدا فاذا كان أملس فاذا أردت علاج ذلك فكمد الرحم بكماد حار يابس ونق البدن بدواء مسهل غير أنك تبدأ باسهال البدن ثم تلين بالكماد وكذلك فافعل ان كنت ترى أن تسقى الدواء من فوق وان رأيت أنه ينبغى أن يكون الدواء من أسفل فابدأ بالكماد فكمد الرحم ثم تثنى باسهال البدن من أسفل فاذا رأيت البدن قد نقى تكمد الرحم حينئد بأمياه قابضة وأجلسها فيها لتقبض الرحم منها وليكى الكماد بماء طبيخ الشربين وبماء طبيخ ورق الدفلى وأحمها بهذه الأمياه أيضا فاذا فرغت من التكميد والاحمام فوسع فم رحمها قبل أن يمتد بمرود من رصاص قصطير أو قلعى وينبغى ان يكون طرف المرود رقيقا ثم يغلظ قليلا قليلا حتى يكون فى قدر صالح ويغمس المرود ساعة بعد ساعة فى دواء ملين ثم تدخله فى الرحم وليكون الميل كهيئة ... ويكون له مقبض من خشب طويل ولتشرب فى ذلك الوقت شرابا أبيض لطيف ويطبخ فى ذلك الشراب قطع من خشب الوارى وهو خشب القطران وأصول الكرفس أو كمون كرمانى أو كندر فلتشرب كل يوم منه على الريق قدر ما تعلم أنه صالح أياما متتابعة وليكن طعامه حراء الكلاب البحرية وذو الأربعة وأربعين الرحل البحرى يطبخ بشراب حلو ولتحسى من تلك المرقة لتأكل كرنبا مصلوفا ولتثرب شرابا أبيض لطيفا وتستحم فى كل يوم بماء حار ولا تكثر من المطعم فان كان بطنها لينا فذاك والا فأسهله ثم اسقها من ذلك الشراب الذى وصفنا آنفا ثم نق الرحم باشبيارات المنقية فان كانت الرحم نقية معتدلة صحيحة وهى لا تطمث وان طمثت شيئا قليلا بعد دهر طويل فاطلب علة ذلك فاذا وجدت العلة فعالجها علاجا جيدا وان أمكنك استعمال الأدوية القوية فى أول العلاج فاستعملها والا ففى آخر علاجك فان بدأت بالأدوية القوية فتثنى بالأدوية اللينة وان بدأت بالأدوية اللينة فتثنى بالأدوية القوية فاذا علمت أن البدن قد استنقى واستقام الطمث فعالج فم الرحم حينئذ بالأدوية الملينة ليلين فمها ودخنه أيضا بدخن ملينة فاذا لان فاستعمل شيئا منقيا للرحم من رطوبتها مجففا لها غير أنك تستعمل أولا الأدوية الملينة ثم تثنى بالقوية ثم تثلث باللينة لأن الأدوية القوية تجرح الرحم وتلدغها فاذا فزعت من ذلك فسو الرحم أعنى أقم فمها وهيئتها لقبول المنى وذلك أن تجففها وتخشنها فاذا جفت وخشنت قبلت المنى قبولا جيدا فان كانت امرأة لا تلد لكثرة الشحم شحم رحمها فينبغى أن تعالج بأدوية ملطفة حتى يذهب ذلك الشحم