Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

25. Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα κυήσιος ἕνεκεν, ὁκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν· μὴ ἀλειψάσθω δὲ μηδενί· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ὀθόνιον ἐπιθεῖσα πρῶτον· ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον· ἔπειτα πρωῒ ἀπολυσαμένη τὸν κεκρύφαλον μετὰ τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν· καὶ ἢν μὲν ὀζέσῃ, καλῶς ἔχει τῆς καθάρσιος· ἢν δὲ μὴ, κακῶς· ἄσιτος δὲ ταῦτα ποιείτω. Καὶ ἢν μὴ τεκνοῦσα ἦ, οὐδέποτε ὀζέσει, , οὔτε καθαιρομένη οὔτ’ ἄλλως· οὐδ’ ἢν κυέουσα προσθῇ, οὐδ’ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.