Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

27. Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ’ οὖν· ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον. Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε τῆς σικύης τὴν ἐντεριώνην κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ σιλφίου ὀλίγον· τὸ δὲ μέλι κάθεφθον ἔστω· τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος· προστιθέναι δὲ πρὸς τὸ στόμα τῆς μήτρης καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην. Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος τῆς ἀγρίης ὡσαύτως. Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν σιλφίου καὶ ὅτι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται· τὰς δὲ μεταξὺ μαλθακτηρίοισι χρῆσθαι. Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.