Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

32. Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτερμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἶγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.