Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

4. Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς· καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο· ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα. Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ’ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν· καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν· καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ.