Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

8. Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον προσκέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου· ἔστω δὲ κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει ἔξω· ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν τι παρὰ φύσιν φλεγμονὴν ἐμποιήσῃ· ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα, ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ἐζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον· ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσκίων ῥαφίῳ, ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ· ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί· ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον. Ἢν δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου, ἐπ’ ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω. Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι, τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅκως μὴ ὀρθῆς ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται. Τὸν αὐτὸν δὲ τρόπον κἢν ἀποῤῥαγῇ ὁ ὀμφαλὸς, κἢν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα ξύμμετρα ἐκκρεμανῦντα, τὴν ἐξαγωγὴν τοῦ χορίου ποιέεσθαι· βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ ἥκιστα βλάπτει.