Digital Corpus for Graeco-Arabic Studies

Anon.: Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn (Alexandrian Summary of Galen's Book On the Medical Sects)

Ἡ δὲ διὰ τοῦ λόγου φύσιν ἐκμαθεῖν παρακελεύεται, τοῦ τε σώματος, οὗ ἐπιχειρεῖ ἰᾶσθαι, καὶ τῶν αἰτίων ἁπάντων τὰς δυνάμεις, οἷς ὁσημέραι περιπίπτον τὸ σῶμα ἢ ὑγιεινότερον ἢ νοσερώτερον αὐτὸ ἑαυτοῦ γίγνεται. μετὰ δὲ ταῦτα ἤδη καὶ ἀέρων φύσιν, καὶ ὑδάτων, καὶ χωρίων, καὶ ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἐθῶν ἐπιστήμονά φασι δεῖν εἶναι τὸν ἰατρὸν, ὅπως τῶν τε νοσημάτων ἁπάντων τὰς αἰτίας εὑρίσκῃ, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, καὶ παραβάλλειν οἷός τε ᾖ καὶ λογίζεσθαι, ὅτι τῷ τοιῷδε τῆς αἰτίας εἴδει τὸ τοιάνδε δύναμιν ἔχον προσαχθὲν φάρμακον τοῖόν τι ἐργάσασθαι πέφυκε. πρὶν γὰρ ἐν τούτοις γυμνάσασθαι πολυειδῶς ἅπασιν, οὐχ οἶόν τέ φασιν, ἰαμάτων εὐπορήσειν αὐτόν. οἷον, ἵνα ἐκ μικροῦ παραδείγματος ἴδῃς τὸ πᾶν, ἔστω τι μέρος τοῦ σώματος ὀδυνώμενόν τε καὶ σκληρὸν, καὶ ἀντίτυπον, καὶ ἐν ὄγκῳ μείζονι· ἐνταῦθα χρὴ τὸν ἰατρὸν ἐξευρεῖν τὴν αἰτίαν. πρῶτον μὲν, ὅτι ῥυὲν ὑγρόν τι πλέον τοῦ κατὰ φύσιν εἰς τὸ μέρος, ἐξῇρέ τε αὐτὸ, καὶ διατεῖνον, εἰς ὀδύνην ἤγαγεν. ἐφεξῆς δὲ, εἰ μὲν ἔτι ἐπιῤῥέοι, εἴργειν τοῦ ἐπιῤῥεῖν. εἰ δὲ μὴ, τοῦτο κενοῦν ἤδη τὸ μέρος. πῶς οὖν τὸ μὲν ἐπιῤῥέον ἔτι κωλύσεις, τὸ δ’ ἤδη περιεχόμενον κενώσεις; ψύχων μὲν καὶ στύφων σὺ τὸ μέρος, κωλύσεις τὸ ἐπιῤῥέον. ὑγραίνων δὲ καὶ χαλῶν, κενώσεις τὸ ἠθροισμένον. οὕτω μὲν οὖν ἐπ’ αὐτῆς τῆς διαθέσεως ἡ ἔνδειξις αὐτοῖς τοῦ συμφέροντος γίνεται. οὐ μὴν ἀρκεῖν ταύτην γε μόνην φασὶν, ἀλλὰ καὶ παρὰ τῆς δυνάμεως τοῦ νοσοῦντος ἑτέραν ἔνδειξιν εἶναι, καὶ παρὰ τῆς ἡλικίας ἄλλην, καὶ παρὰ τῆς ἰδίας αὐτοῦ τοῦ κάμνοντος φύσεως ἄλλην. οὕτω δὲ καὶ παρὰ τῆς ὥρας τοῦ ἔτους, καὶ τοῦ χωρίου τῆς φύσεως, καὶ τῶν ἐπιτηδευμάτων, καὶ τῶν ἐθῶν, ἔνδειξιν ἀφ’ ἑκάστου τούτων γίγνεσθαι τοῦ συμφέροντος ἰδίαν. οἷον, ἴνα καὶ τοῦτο σαφέστερον ἐπὶ παραδείγματος ἐκμάθῃς, ἔστω τινὰ πυρέττειν ὀξέως, ὀκνοῦντά τε κινεῖσθαι καὶ βαρέως τοῦ σώματος αἰσθανόμενον. ἔστω δὲ καὶ εὐογκότερος νῦν ἢ πρόσθεν, καὶ ἔρευθος πλέον ἐχέτω, ἔστωσαν δ’ αὐτῷ καὶ φλέβες ἐν ὄγκῳ μείζονι. παντί που δῆλον, ὡς τῷ τοιούτῳ πλῆθος αἵματος θερμοτέρου πλεονάζει. τίς οὖν ἡ ἴασις; ἢ δῆλον ὅτι ἡ κένωσις; ἐναντίον γὰρ τοῦτο τῷ πλήθει. τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. πῶς οὖν αὐτὸ κενώσομεν, ἢ μέχρι πόσου; τοῦτο οὐκέτι δυνατὸν ἀπὸ τῆς αἰτίας μόνης εἰδέναι. χρὴ γὰρ καὶ δύναμιν, καὶ ἡλικίαν, καὶ ὥραν, καὶ χώραν, καὶ τὰ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσεπισκοπεῖν. εἰ μὲν γὰρ ἰσχυρότερος εἴη τὴν δύναμιν. καὶ ἀκμάζων τὴν ἡλικίαν, καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινὴ, καὶ τὸ χωρίον εὔκρατον, οὐκ ἂν ἁμάρτοις, εἰ φλέβα τεμὼν κενώσεις τοῦ αἵματος, ὅσον ἡ αἰτία κελεύει. ἀῤῥώστου δὲ τῆς δυνάμεως οὔσης, καὶ τῆς ἡλικίας, ἢ παιδὸς κομιδῇ μικροῦ, ἢ πρεσβύτου πάνυ, καὶ τοῦ χωρίου κατεψυγμένου, οἶα τὰ περὶ τὴν Σκυθίαν, ἢ διακεκαυμένου, οἷα τὰ περὶ τὴν Αἰθιοπίαν, καὶ τῆς ὥρας τοῦ ἔτους ἢ σφόδρα ψυχρᾶς, ἢ σφόδρα θερμῆς, οὐκ ἄν τις ἔτι τολμήσειε φλεβοτομεῖν. οὕτω δὲ καὶ ἔθη, καὶ ἐπιτηδεύματα, καὶ φύσεις σωμάτων ἐπισκοπεῖσθαι κελεύουσι. γίνεσθαι γὰρ αὐτοῖς ἐξ ἁπάντων αὐτῶν ἔνδειξιν τοῦ συμφέροντος ἰδίαν.